[1]εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν τῷ ασαφ ψαλμός [2]ἀγαλλιᾶσθε τῷ θεῷ τῷ βοηθῷ ἡμῶν ἀλαλάξατε τῷ θεῷ ιακωβ [3]λάβετε ψαλμὸν καὶ δότε τύμπανον ψαλτήριον τερπνὸν μετὰ κιθάρας [4]σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν [5]ὅτι πρόσταγμα τῷ ισραηλ ἐστὶν καὶ κρίμα τῷ θεῷ ιακωβ [6]μαρτύριον ἐν τῷ ιωσηφ ἔθετο αὐτὸν ἐν τῷ ἐξελθεῖν αὐτὸν ἐκ γῆς αἰγύπτου γλῶσσαν ἣν οὐκ ἔγνω ἤκουσεν [7]ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νῶτον αὐτοῦ αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοφίνῳ ἐδούλευσαν [8]ἐν θλίψει ἐπεκαλέσω με καὶ ἐρρυσάμην σε ἐπήκουσά σου ἐν ἀποκρύφῳ καταιγίδος ἐδοκίμασά σε ἐπὶ ὕδατος ἀντιλογίας διάψαλμα [9]ἄκουσον λαός μου καὶ διαμαρτύρομαί σοι ισραηλ ἐὰν ἀκούσῃς μου [10]οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος οὐδὲ προσκυνήσεις θεῷ ἀλλοτρίῳ [11]ἐγὼ γάρ εἰμι κύριος ὁ θεός σου ὁ ἀναγαγών σε ἐκ γῆς αἰγύπτου πλάτυνον τὸ στόμα σου καὶ πληρώσω αὐτό [12]καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου καὶ ισραηλ οὐ προσέσχεν μοι [13]καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν [14]εἰ ὁ λαός μου ἤκουσέν μου ισραηλ ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη [15]ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα καὶ ἐπὶ τοὺς θλίβοντας αὐτοὺς ἐπέβαλον τὴν χεῖρά μου [16]οἱ ἐχθροὶ κυρίου ἐψεύσαντο αὐτῷ καὶ ἔσται ὁ καιρὸς αὐτῶν εἰς τὸν αἰῶνα [17]καὶ ἐψώμισεν αὐτοὺς ἐκ στέατος πυροῦ καὶ ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς
Credit

Source: sacred-texts.org
Top