[1]ψαλμὸς ᾠδῆς εἰς τὴν ἡμέραν τοῦ σαββάτου [2]ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί σου ὕψιστε [3]τοῦ ἀναγγέλλειν τὸ πρωὶ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα [4]ἐν δεκαχόρδῳ ψαλτηρίῳ μετ ᾠδῆς ἐν κιθάρᾳ [5]ὅτι εὔφρανάς με κύριε ἐν τῷ ποιήματί σου καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσομαι [6]ὡς ἐμεγαλύνθη τὰ ἔργα σου κύριε σφόδρα ἐβαθύνθησαν οἱ διαλογισμοί σου [7]ἀνὴρ ἄφρων οὐ γνώσεται καὶ ἀσύνετος οὐ συνήσει ταῦτα [8]ἐν τῷ ἀνατεῖλαι τοὺς ἁμαρτωλοὺς ὡς χόρτον καὶ διέκυψαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ὅπως ἂν ἐξολεθρευθῶσιν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος [9]σὺ δὲ ὕψιστος εἰς τὸν αἰῶνα κύριε [10]ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἀπολοῦνται καὶ διασκορπισθήσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν [11]καὶ ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου καὶ τὸ γῆράς μου ἐν ἐλαίῳ πίονι [12]καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐχθροῖς μου καὶ ἐν τοῖς ἐπανιστανομένοις ἐπ ἐμὲ πονηρευομένοις ἀκούσεται τὸ οὖς μου [13]δίκαιος ὡς φοῖνιξ ἀνθήσει ὡσεὶ κέδρος ἡ ἐν τῷ λιβάνῳ πληθυνθήσεται [14]πεφυτευμένοι ἐν τῷ οἴκῳ κυρίου ἐν ταῖς αὐλαῖς τοῦ θεοῦ ἡμῶν ἐξανθήσουσιν [15]ἔτι πληθυνθήσονται ἐν γήρει πίονι καὶ εὐπαθοῦντες ἔσονται [16]τοῦ ἀναγγεῖλαι ὅτι εὐθὴς κύριος ὁ θεός μου καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ
Credit

Source: sacred-texts.org
Top