«
Reconstruction of Eberhard Nestle's Greek NT (1904)
Nestle
Wycliffe's English Translation (1388)
Wyc
[1]Καὶ ἤκουσα μεγάλης φωνῆς ἐκ τοῦ ναοῦ λεγούσης τοῖς ἑπτὰ ἀγγέλοις Ὑπάγετε καὶ ἐκχέετε τὰς ἑπτὰ φιάλας τοῦ θυμοῦ τοῦ Θεοῦ εἰς τὴν γῆν. [1]And Y herde a greet vois fro heuene, seiynge to the seuene aungels, Go ye, and schede out the seuene viols of Goddis wraththe in to erthe.
[2]Καὶ ἀπῆλθεν ὁ πρῶτος καὶ ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τὴν γῆν· καὶ ἐγένετο ἕλκος κακὸν καὶ πονηρὸν ἐπὶ τοὺς ἀνθρώπους τοὺς ἔχοντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ. [2]And the firste aungel wente, and schedde out his viol in to the erthe; and a wounde fers and werst was maad on alle that hadden the carect of the beeste, and on hem that worschipiden the beeste, and his ymage.
[3]Καὶ ὁ δεύτερος ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τὴν θάλασσαν· καὶ ἐγένετο αἷμα ὡς νεκροῦ, καὶ πᾶσα ψυχὴ ζωῆς ἀπέθανεν, τὰ ἐν τῇ θαλάσσῃ. [3]And the secounde aungel schedde out his viol in to the see, and the blood was maad, as of a deed thing; and ech man lyuynge was deed in the see.
[4]Καὶ ὁ τρίτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τοὺς ποταμοὺς καὶ τὰς πηγὰς τῶν ὑδάτων· καὶ ἐγένετο αἷμα. [4]And the thridde aungel schedde out his viol on the floodis, and on the wellis of watris, and seide,
[5]Καὶ ἤκουσα τοῦ ἀγγέλου τῶν ὑδάτων λέγοντος Δίκαιος εἶ, ὁ ὢν καὶ ὁ ἦν, ὁ Ὅσιος, ὅτι ταῦτα ἔκρινας, [5]Just art thou, Lord, that art, and that were hooli, that demest these thingis;
[6]ὅτι αἷμα ἁγίων καὶ προφητῶν ἐξέχεαν, καὶ αἷμα αὐτοῖς δέδωκας πεῖν· ἄξιοί εἰσιν. [6]for thei schedden out the blood of halewis and prophetis, and thou hast youun to hem blood to drinke; for thei ben worthi.
[7]Καὶ ἤκουσα τοῦ θυσιαστηρίου λέγοντος Ναί, Κύριε ὁ Θεός ὁ Παντοκράτωρ, ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις σου. [7]And I herde anothir seiynge, Yhe! Lord God almiyti, trewe and iust ben thi domes.
[8]Καὶ ὁ τέταρτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἥλιον· καὶ ἐδόθη αὐτῷ καυματίσαι τοὺς ἀνθρώπους ἐν πυρί. [8]And the fourthe aungel schedde out his viol in to the sunne, and it was youun to hym to turmente men with heete and fier.
[9]καὶ ἐκαυματίσθησαν οἱ ἄνθρωποι καῦμα μέγα, καὶ ἐβλασφήμησαν τὸ ὄνομα τοῦ Θεοῦ τοῦ ἔχοντος τὴν ἐξουσίαν ἐπὶ τὰς πληγὰς ταύτας, καὶ οὐ μετενόησαν δοῦναι αὐτῷ δόξαν. [9]And men swaliden with greet heete, and blasfemyden the name of God hauynge power on these plagis, nether thei diden penaunce, that thei schulden yyue glorie to hym.
[10]Καὶ ὁ πέμπτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν θρόνον τοῦ θηρίου· καὶ ἐγένετο ἡ βασιλεία αὐτοῦ ἐσκοτωμένη, καὶ ἐμασῶντο τὰς γλώσσας αὐτῶν ἐκ τοῦ πόνου, [10]And the fifte aungel schedde out his viol on the seete of the beeste, and his kyngdom was maad derk; and thei eten togidere her tungis for sorewe,
[11]καὶ ἐβλασφήμησαν τὸν Θεὸν τοῦ οὐρανοῦ ἐκ τῶν πόνων αὐτῶν καὶ ἐκ τῶν ἑλκῶν αὐτῶν, καὶ οὐ μετενόησαν ἐκ τῶν ἔργων αὐτῶν. [11]and thei blasfemyden God of heuene, for sorewis of her woundis; and thei diden not penaunce of her werkis.
[12]Καὶ ὁ ἕκτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ποταμὸν τὸν μέγαν Εὐφράτην· καὶ ἐξηράνθη τὸ ὕδωρ αὐτοῦ, ἵνα ἑτοιμασθῇ ἡ ὁδὸς τῶν βασιλέων τῶν ἀπὸ ἀνατολῆς ἡλίου. [12]And the sixte aungel schedde out his viol in `that ilke greet flood Eufratis, and driede the watir of it, that weie were maad redi to kingis fro the sunne rysyng.
[13]Καὶ εἶδον ἐκ τοῦ στόματος τοῦ δράκοντος καὶ ἐκ τοῦ στόματος τοῦ θηρίου καὶ ἐκ τοῦ στόματος τοῦ ψευδοπροφήτου πνεύματα τρία ἀκάθαρτα ὡς βάτραχοι· [13]And Y say thre vnclene spiritis bi the manner of froggis go out of the mouth of the dragoun, and of the mouth of the beeste, and of the mouth of the fals prophete.
[14]εἰσὶν γὰρ πνεύματα δαιμονίων ποιοῦντα σημεῖα, ἃ ἐκπορεύεται ἐπὶ τοὺς βασιλεῖς τῆς οἰκουμένης ὅλης, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον τῆς ἡμέρας τῆς μεγάλης τοῦ Θεοῦ τοῦ Παντοκράτορος. [14]For thei ben spiritis of deuels, makynge signes, and thei gon forth to kingis of al erthe, to gadere hem in to batel, to the greet dai of almiyti God.
[15]Ἰδοὺ ἔρχομαι ὡς κλέπτης· μακάριος ὁ γρηγορῶν καὶ τηρῶν τὰ ἱμάτια αὐτοῦ, ἵνα μὴ γυμνὸς περιπατῇ καὶ βλέπωσιν τὴν ἀσχημοσύνην αὐτοῦ. [15]Lo! Y come, as a niyt theefe. Blessid is he that wakith, and kepith hise clothis, that he wandre not nakid, and that thei se not the filthhed of hym.
[16]καὶ συνήγαγεν αὐτοὺς εἰς τὸν τόπον τὸν καλούμενον Ἑβραϊστὶ Ἁρμαγεδών. [16]And he schal gadre hem in to a place, that is clepid in Ebreu Hermagedon.
[17]Καὶ ὁ ἕβδομος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἀέρα· καὶ ἐξῆλθεν φωνὴ μεγάλη ἐκ τοῦ ναοῦ ἀπὸ τοῦ θρόνου λέγουσα Γέγονεν. [17]And the seuenthe aungel schedde out his viol in to the eyr, and a greet vois wente out of heuene fro the trone, and seide, It is don.
[18]καὶ ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταί, καὶ σεισμὸς ἐγένετο μέγας, οἷος οὐκ ἐγένετο ἀφ’ οὗ ἄνθρωπος ἐγένετο ἐπὶ τῆς γῆς, τηλικοῦτος σεισμὸς οὕτω μέγας. [18]And leityngis weren maad, and voices, and thundris; and a greet erthe mouyng was maad, which manere neuere was, sithen men weren on erthe, siche `erthe mouyng so greet.
[19]καὶ ἐγένετο ἡ πόλις ἡ μεγάλη εἰς τρία μέρη, καὶ αἱ πόλεις τῶν ἐθνῶν ἔπεσαν. καὶ Βαβυλὼν ἡ μεγάλη ἐμνήσθη ἐνώπιον τοῦ Θεοῦ δοῦναι αὐτῇ τὸ ποτήριον τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς αὐτοῦ. [19]And the greet citee was maad in to thre parties, and the citees of hethene men felden doun; and greet Babiloyne cam in to mynde byfor God, to yyue to it the cuppe of wyn of the indignacyoun of his wraththe.
[20]καὶ πᾶσα νῆσος ἔφυγεν, καὶ ὄρη οὐχ εὑρέθησαν. [20]And ech ile flei awei, and hillis ben not foundun.
[21]καὶ χάλαζα μεγάλη ὡς ταλαντιαία καταβαίνει ἐκ τοῦ οὐρανοῦ ἐπὶ τοὺς ἀνθρώπους· καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τὸν Θεὸν ἐκ τῆς πληγῆς τῆς χαλάζης, ὅτι μεγάλη ἐστὶν ἡ πληγὴ αὐτῆς σφόδρα. [21]And greet hail as a talent cam doun fro heuene in to men; and men blasfemyden God, for the plage of hail, for it was maad ful greet.
Author: Eberhard Nestle (1851–1913)
Source: www.hagiascriptura.com

See information...
Author: John Wycliffe (1328 – 1384)
Top