|
[1]Καὶ εἶδον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα τὴν κλεῖν τῆς ἀβύσσου, καὶ ἅλυσιν μεγάλην ἐπὶ τὴν χεῖρα αὐτοῦ. |
[1]And I saw an angel that descended from heaven, having the key of the abyss, and a great chain in his hand. |
[2]καὶ ἐκράτησεν τὸν δράκοντα, ὁ ὄφις ὁ ἀρχαῖος, ὅς ἐστιν διάβολος καὶ ὁ σατανᾶς, καὶ ἔδησεν αὐτὸν χίλια ἔτη, |
[2]And he seized the dragon, the old serpent, who is the Deceiver and Satan, who seduced the whole habitable world: and he bound him a thousand years. |
[3]καὶ ἔβαλεν αὐτὸν εἰς τὴν ἄβυσσον, καὶ ἔκλεισεν, καὶ ἐσφράγισεν ἐπάνω αὐτοῦ, ἵνα μὴ πλανήσῃ ἔτι τὰ ἔθνη, ἄχρι τελεσθῇ τὰ χίλια ἔτη· μετὰ ταῦτα δεῖ αὐτὸν λυθῆναι μικρὸν χρόνον. |
[3]And he cast him into the abyss, and closed and sealed upon him; so that he might deceive the nations no more, until these thousand years shall be completed: but after that, he will be loosed for a little time. |
[4]Καὶ εἶδον θρόνους, καὶ ἐκάθισαν ἐπ᾽ αὐτούς, καὶ κρίμα ἐδόθη αὐτοῖς· καὶ τὰς ψυχὰς τῶν πεπελεκισμένων διὰ τὴν μαρτυρίαν Ἰησοῦ, καὶ διὰ τὸν λόγον τοῦ θεοῦ, καὶ οἵτινες οὐ προσεκύνησαν τὸ θηρίον, οὐδὲ τὴν εἰκόνα αὐτοῦ, καὶ οὐκ ἔλαβον τὸ χάραγμα ἐπὶ τὸ μέτωπον, καὶ ἐπὶ τὴν χεῖρα αὐτῶν· καὶ ἔζησαν, καὶ ἐβασίλευσαν μετὰ τοῦ χριστοῦ χίλια ἔτη· |
[4]And I saw thrones, and [persons] sat on them, and judgment was given to them, and to the souls that were beheaded for the testimony of Jesus and for the word of God: and these are they who had not worshipped the beast of prey, nor its image, neither had they received the mark upon their forehead or on their hand; and they lived and reigned with their Messiah those thousand years. |
[5]Καὶ οἱ λοιποὶ τῶν νεκρῶν οὐκ ἔζησαν ἄχρι τελεσθῇ τὰ χίλια ἔτη. αὕτη ἡ ἀνάστασις ἡ πρώτη. |
[5]This is the first resurrection. |
[6]Μακάριος καὶ ἅγιος ὁ ἔχων μέρος ἐν τῇ ἀναστάσει τῇ πρώτῃ· ἐπὶ τούτων ὁ δεύτερος θάνατος οὐκ ἔχει ἐξουσίαν, ἀλλὰ ἔσονται ἱερεῖς τοῦ θεοῦ καὶ τοῦ χριστοῦ, καὶ βασιλεύσουσιν μετ᾽ αὐτοῦ τὰ χίλια ἔτη. |
[6]Blessed and holy is he that hath part in this first resurrection: over them the second death hath no dominion; but they shall be, [nay] are, priests of God and of his Messiah; and they will reign with him the thousand years. |
[7]Καὶ ὅταν τελεσθῇ τὰ χίλια ἔτη, λυθήσεται ὁ σατανᾶς ἐκ τῆς φυλακῆς αὐτοῦ, |
[7]And when these thousand years shall be completed, Satan will be released from his prison; |
[8]καὶ ἐξελεύσεται πλανῆσαι τὰ ἔθνη τὰ ἐν ταῖς τέσσαρσιν γωνίαις τῆς γῆς, τὸν Γὼγ καὶ [τὸν] Μαγώγ, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον, ὧν ὁ ἀριθμὸς αὐτῶν ὡς ἡ ἄμμος τῆς θαλάσσης. |
[8]and will go forth to seduce the nations that are in the four corners of the earth, Gog and Magog; and to assemble them for battle, whose number is as the sand of the sea. |
[9]καὶ ἀνέβησαν ἐπὶ τὸ πλάτος τῆς γῆς, καὶ ἐκύκλωσαν τὴν παρεμβολὴν τῶν ἁγίων, καὶ τὴν πόλιν τὴν ἠγαπημένην· καὶ κατέβη πῦρ ἀπὸ τοῦ θεοῦ ἐκ τοῦ οὐρανοῦ, καὶ κατέφαγεν αὐτούς· |
[9]And they went up on the breadth of the earth, and encompassed the camp of the saints, and the beloved city. And fire came down from God out of heaven, and consumed them. |
[10]καὶ ὁ διάβολος ὁ πλανῶν αὐτοὺς ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρὸς καὶ θείου, ὅπου καὶ τὸ θηρίον καὶ ὁ ψευδοπροφήτης· καὶ βασανισθήσονται ἡμέρας καὶ νυκτὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
[10]And the Accuser who seduced them, was cast into the lake of fire and sulphur, where also were the beast of prey and the false prophet: and they shall be tormented, day and night, for ever and ever. |
[11]Καὶ εἶδον θρόνον μέγαν λευκόν, καὶ τὸν καθήμενον ἐπάνω αὐτοῦ, οὗ ἀπὸ τοῦ προσώπου ἔφυγεν ἡ γῆ καὶ ὁ οὐρανός, καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς. |
[11]And I saw a great white throne, and Him who sitteth thereon; from whose presence the earth and heaven fled away, and this their place was not found. |
[12]καὶ εἶδον τοὺς νεκρούς, τοὺς μεγάλους καὶ τοὺς μικρούς, ἑστῶτας ἐνώπιον τοῦ θρόνου, καὶ βιβλία ἠνοίχθησαν· καὶ ἄλλο βιβλίον ἠνοίχθη, ὅ ἐστιν τῆς ζωῆς· καὶ ἐκρίθησαν οἱ νεκροὶ ἐκ τῶν γεγραμμένων ἐν τοῖς βιβλίοις, κατὰ τὰ ἔργα αὐτῶν. |
[12]And I saw the dead, great and small standing before the throne; and the books were opened; and another book was opened, which is [the book] of life. And the dead were judged from the things written in the books, according to their deeds. |
[13]καὶ ἔδωκεν ἡ θάλασσα τοὺς νεκροὺς τοὺς ἐν αὐτῇ, καὶ ὁ θάνατος καὶ ὁ ᾅδης ἔδωκαν τοὺς νεκροὺς τοὺς ἐν αὐτοῖς· καὶ ἐκρίθησαν ἕκαστος κατὰ τὰ ἔργα αὐτῶν. |
[13]And the sea gave up the dead in it; and death and the grave gave up the dead in them. And they were judged, each one according to his deeds. |
[14]καὶ ὁ θάνατος καὶ ὁ ᾅδης ἐβλήθησαν εἰς τὴν λίμνην τοῦ πυρός· οὗτος ὁ δεύτερος θάνατός ἐστιν ἡ λίμνη τοῦ πυρός. |
[14]And death and the grave were cast into the lake of fire. This is the second death, [namely,] this lake of fire. |
[15]καὶ εἴ τις οὐχ εὑρέθη ἐν τῇ βίβλῳ τῆς ζωῆς γεγραμμένος, ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρός. |
[15]And if any one was not found enrolled in the book of life, he was cast into this lake of fire |