|
[1]Καὶ εἶδον οὐρανὸν καινὸν καὶ γῆν καινήν· ὁ γὰρ πρῶτος οὐρανὸς καὶ ἡ πρώτη γῆ ἀπῆλθαν, καὶ ἡ θάλασσα οὐκ ἔστιν ἔτι. |
[1]And Y sai newe heuene and newe erthe; for the firste heuene and the firste erthe wenten awei, and the see is not now. |
[2]καὶ τὴν πόλιν τὴν ἁγίαν Ἰερουσαλὴμ καινὴν εἶδον καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ, ἡτοιμασμένην ὡς νύμφην κεκοσμημένην τῷ ἀνδρὶ αὐτῆς. |
[2]And Y Joon say the hooli citee Jerusalem, newe, comynge doun fro heuene, maad redi of God, as a wijf ourned to hir hosebonde. |
[3]καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ ⸀θρόνου λεγούσης· Ἰδοὺ ἡ σκηνὴ τοῦ θεοῦ μετὰ τῶν ἀνθρώπων, καὶ σκηνώσει μετʼ αὐτῶν, καὶ αὐτοὶ ⸀λαοὶ αὐτοῦ ἔσονται, καὶ αὐτὸς ὁ θεὸς ⸂μετʼ αὐτῶν ἔσται⸃, |
[3]And Y herde a greet vois fro the trone, seiynge, Lo! the tabernacle of God is with men, and he schal dwelle with hem; and thei schulen be his puple, and he God with hem schal be her God. |
[4]καὶ ἐξαλείψει πᾶν δάκρυον ⸀ἐκ τῶν ὀφθαλμῶν αὐτῶν, καὶ ὁ θάνατος οὐκ ἔσται ἔτι· οὔτε πένθος οὔτε κραυγὴ οὔτε πόνος οὐκ ἔσται ⸀ἔτι. τὰ πρῶτα ἀπῆλθαν. |
[4]And God schal wipe awei ech teer fro the iyen of hem; and deth schal no more be, nether mornyng, nether criyng, nether sorewe schal be ouer; whiche `firste thingis wenten awei. |
[5]Καὶ εἶπεν ὁ καθήμενος ἐπὶ τῷ θρόνῳ· Ἰδοὺ ⸂καινὰ ποιῶ πάντα⸃. καὶ ⸀λέγει· Γράψον, ὅτι οὗτοι οἱ λόγοι ⸂πιστοὶ καὶ ἀληθινοί⸃ εἰσιν. |
[5]And he seide, that sat in the trone, Lo! Y make alle thingis newe. And he seide to me, Write thou, for these wordis ben moost feithful and trewe. |
[6]καὶ εἶπέν μοι· ⸂Γέγοναν. ἐγὼ⸃ τὸ Ἄλφα καὶ τὸ Ὦ, ἡ ἀρχὴ καὶ τὸ τέλος. ἐγὼ τῷ διψῶντι δώσω ἐκ τῆς πηγῆς τοῦ ὕδατος τῆς ζωῆς δωρεάν. |
[6]And he seide to me, It is don; I am alpha and oo, the bigynnyng and ende. Y schal yyue freli of the welle of quic watir to hym that thirsteth. |
[7]ὁ νικῶν κληρονομήσει ταῦτα, καὶ ἔσομαι αὐτῷ θεὸς καὶ αὐτὸς ἔσται μοι υἱός. |
[7]He that schal ouercome, schal welde these things; and Y schal be God to hym, and he schal be sone to me. |
[8]τοῖς δὲ δειλοῖς καὶ ⸀ἀπίστοις καὶ ἐβδελυγμένοις καὶ φονεῦσι καὶ πόρνοις καὶ φαρμάκοις καὶ εἰδωλολάτραις καὶ πᾶσι τοῖς ψευδέσιν τὸ μέρος αὐτῶν ἐν τῇ λίμνῃ τῇ καιομένῃ πυρὶ καὶ θείῳ, ὅ ἐστιν ὁ θάνατος ὁ δεύτερος. |
[8]But to ferdful men, and vnbileueful, and cursid, and manquelleris, and fornycatouris, and to witchis, and worschiperis of idols, and to alle lieris, the part of hem shal be in the pool brennynge with fier and brymstoon, that is the secounde deth. |
[9]Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας, ⸂τῶν γεμόντων⸃ τῶν ἑπτὰ πληγῶν τῶν ἐσχάτων, καὶ ἐλάλησεν μετʼ ἐμοῦ λέγων· Δεῦρο, δείξω σοι τὴν ⸂νύμφην τὴν γυναῖκα⸃ τοῦ ἀρνίου. |
[9]And oon cam of the seuene aungels, hauynge violis fulle of `seuene the laste veniauncis. And he spak with me, and seide, Come thou, and Y schal schewe to thee the spousesse, the wijf of the lomb. |
[10]καὶ ἀπήνεγκέν με ἐν πνεύματι ἐπὶ ὄρος μέγα καὶ ὑψηλόν, καὶ ἔδειξέν μοι τὴν ⸀πόλιν τὴν ἁγίαν Ἰερουσαλὴμ καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ, |
[10]And he took me vp in spirit in to a greet hille and hiy; and he schewide to me the hooli citee Jerusalem, comynge doun fro heuene of God, |
[11]ἔχουσαν τὴν δόξαν τοῦ θεοῦ· ὁ φωστὴρ αὐτῆς ὅμοιος λίθῳ τιμιωτάτῳ, ὡς λίθῳ ἰάσπιδι κρυσταλλίζοντι· |
[11]hauynge the clerete of God; and the liyt of it lijk a preciouse stoon, as the stoon iaspis, as cristal. |
[12]ἔχουσα τεῖχος μέγα καὶ ὑψηλόν, ἔχουσα πυλῶνας δώδεκα, καὶ ἐπὶ ⸂τοῖς πυλῶσιν⸃ ἀγγέλους δώδεκα, καὶ ὀνόματα ἐπιγεγραμμένα ἅ ⸀ἐστιν τῶν δώδεκα ⸀φυλῶν υἱῶν Ἰσραήλ· |
[12]And it hadde a walle greet and hiy, hauynge twelue yatis, and in the yatis of it twelue aungels, and names writun in, that ben the names of twelue lynagis of the sones of Israel; fro the east thre yatis, |
[13]ἀπὸ ⸀ἀνατολῆς πυλῶνες τρεῖς, καὶ ἀπὸ βορρᾶ πυλῶνες τρεῖς, καὶ ἀπὸ νότου πυλῶνες τρεῖς, καὶ ἀπὸ δυσμῶν πυλῶνες τρεῖς· |
[13]and fro the north thre yatis, and fro the south thre yatis, and fro the west thre yatis. |
[14]καὶ τὸ τεῖχος τῆς πόλεως ⸀ἔχων θεμελίους δώδεκα, καὶ ἐπʼ αὐτῶν δώδεκα ὀνόματα τῶν δώδεκα ἀποστόλων τοῦ ἀρνίου. |
[14]And the wal of the citee hadde twelue foundementis, and in hem the twelue names of twelue apostlis, and of the lomb. |
[15]Καὶ ὁ λαλῶν μετʼ ἐμοῦ εἶχεν μέτρον κάλαμον χρυσοῦν, ἵνα μετρήσῃ τὴν πόλιν καὶ τοὺς πυλῶνας αὐτῆς καὶ τὸ τεῖχος αὐτῆς. |
[15]And he that spak with me, hadde a goldun mesure of a rehed, that he schulde mete the citee, and the yatis of it, and the wal. |
[16]καὶ ἡ πόλις τετράγωνος κεῖται, καὶ τὸ μῆκος αὐτῆς ⸀ὅσον τὸ πλάτος. καὶ ἐμέτρησεν τὴν πόλιν τῷ καλάμῳ ἐπὶ ⸀σταδίους δώδεκα ⸀χιλιάδων· τὸ μῆκος καὶ τὸ πλάτος καὶ τὸ ὕψος αὐτῆς ἴσα ἐστίν. |
[16]And the citee was set in square; and the lengthe of it is so miche, `as miche as is the breede. And he mat the citee with the rehed, bi furlongis twelue thousyndis. And the heiythe, and the lengthe and breede of it, ben euene. |
[17]καὶ ἐμέτρησεν τὸ τεῖχος αὐτῆς ἑκατὸν τεσσεράκοντα τεσσάρων πηχῶν, μέτρον ἀνθρώπου, ὅ ἐστιν ἀγγέλου. |
[17]And he mat the wallis of it, of an hundrid and `foure and fourti cubitis, bi mesure of man, that is, of an aungel. |
[18]⸀καὶ ἡ ἐνδώμησις τοῦ τείχους αὐτῆς ἴασπις, καὶ ἡ πόλις χρυσίον καθαρὸν ὅμοιον ὑάλῳ καθαρῷ· |
[18]And the bildyng of the wal therof was of the stoon iaspis. And the citee it silf was clene gold, lijk clene glas. |
[19]⸀οἱ θεμέλιοι τοῦ τείχους τῆς πόλεως παντὶ λίθῳ τιμίῳ κεκοσμημένοι· ὁ θεμέλιος ὁ πρῶτος ἴασπις, ὁ δεύτερος σάπφιρος, ὁ τρίτος χαλκηδών, ὁ τέταρτος σμάραγδος, |
[19]And the foundementis of the wal of the citee weren ourned with al preciouse stoon. The firste foundement, iaspis; the secounde, safiris; the thridde, calcedonyus; the fourthe, smaragdus; |
[20]ὁ πέμπτος σαρδόνυξ, ὁ ἕκτος σάρδιον, ὁ ἕβδομος χρυσόλιθος, ὁ ὄγδοος βήρυλλος, ὁ ἔνατος τοπάζιον, ὁ δέκατος χρυσόπρασος, ὁ ἑνδέκατος ὑάκινθος, ὁ δωδέκατος ἀμέθυστος· |
[20]the fyuethe, sardony; the sixte, sardius; the seuenthe, crisolitus; the eiytthe, berillus; the nynthe, topacius; the tenthe, crisopassus; the eleuenthe, iacinctus; the tweluethe, ametistus. |
[21]καὶ οἱ δώδεκα πυλῶνες δώδεκα μαργαρῖται, ἀνὰ εἷς ἕκαστος τῶν πυλώνων ἦν ἐξ ἑνὸς μαργαρίτου· καὶ ἡ πλατεῖα τῆς πόλεως χρυσίον καθαρὸν ὡς ὕαλος διαυγής. |
[21]And twelue yatis ben twelue margaritis, bi ech; `and ech yate was of ech margarete. And the stretis of the citee weren clene gold, as of glas ful schynynge. |
[22]Καὶ ναὸν οὐκ εἶδον ἐν αὐτῇ, ὁ γὰρ κύριος, ὁ θεός, ὁ παντοκράτωρ, ναὸς αὐτῆς ἐστιν, καὶ τὸ ἀρνίον. |
[22]And Y say no temple in it, for the Lord God almyyti and the lomb, is temple of it. |
[23]καὶ ἡ πόλις οὐ χρείαν ἔχει τοῦ ἡλίου οὐδὲ τῆς σελήνης, ἵνα φαίνωσιν αὐτῇ, ἡ γὰρ δόξα τοῦ θεοῦ ἐφώτισεν αὐτήν, καὶ ὁ λύχνος αὐτῆς τὸ ἀρνίον. |
[23]And the citee hath no nede of sunne, nethir moone, that thei schyne in it; for the clerete of God schal liytne it; and the lomb is the lanterne of it. |
[24]καὶ περιπατήσουσιν τὰ ἔθνη διὰ τοῦ φωτὸς αὐτῆς· καὶ οἱ βασιλεῖς τῆς γῆς φέρουσιν ⸂τὴν δόξαν αὐτῶν⸃ εἰς αὐτήν· |
[24]And folkis schulen walke in liyt of it; and the kyngis of the erthe schulen brynge her glorie and onour in to it. |
[25]καὶ οἱ πυλῶνες αὐτῆς οὐ μὴ κλεισθῶσιν ἡμέρας, νὺξ γὰρ οὐκ ἔσται ἐκεῖ, |
[25]And the yatis of it schulen not be closid bi dai; and niyt schal not be there. |
[26]καὶ οἴσουσιν τὴν δόξαν καὶ τὴν τιμὴν τῶν ἐθνῶν εἰς αὐτήν. |
[26]And thei schulen brynge the glorie and onour of folkis in to it. |
[27]καὶ οὐ μὴ εἰσέλθῃ εἰς αὐτὴν πᾶν κοινὸν καὶ ⸀ποιῶν βδέλυγμα καὶ ψεῦδος, εἰ μὴ οἱ γεγραμμένοι ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου. |
[27]Nether ony man defoulid, and doynge abhominacioun and leesyng, schal entre in to it; but thei that ben writun in the book of lijf and of the lomb. |