«
Wycliffe's English Translation (1388)
Wyc
Reconstruction of Eberhard Nestle's Greek NT (1904)
Nestle
[1]And to the aungel of the chirche of Sardis write thou, These thingis seith he, that hath the seuene spiritis of God, and the seuene sterris. Y woot thi werkis, for thou hast a name, that thou lyuest, and thou art deed. [1]Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σάρδεσιν ἐκκλησίας γράψον Τάδε λέγει ὁ ἔχων τὰ ἑπτὰ Πνεύματα τοῦ Θεοῦ καὶ τοὺς ἑπτὰ ἀστέρας Οἶδά σου τὰ ἔργα, ὅτι ὄνομα ἔχεις ὅτι ζῇς, καὶ νεκρὸς εἶ.
[2]Be thou wakynge, and conferme thou othere thingis, that weren to diynge; for Y fynde not thi werkis fulle bifore my God. [2]γίνου γρηγορῶν, καὶ στήρισον τὰ λοιπὰ ἃ ἔμελλον ἀποθανεῖν· οὐ γὰρ εὕρηκά σου ἔργα πεπληρωμένα ἐνώπιον τοῦ Θεοῦ μου·
[3]Therfor haue thou in mynde, hou thou resseyuedist, and herdist; and kepe, and do penaunce. Therfor if thou wake not, Y schal come as a nyyt theef to thee, and thou schalt not wite in what our Y schal come to thee. [3]μνημόνευε οὖν πῶς εἴληφας καὶ ἤκουσας, καὶ τήρει καὶ μετανόησον. ἐὰν οὖν μὴ γρηγορήσῃς, ἥξω ὡς κλέπτης, καὶ οὐ μὴ γνῷς ποίαν ὥραν ἥξω ἐπὶ σέ.
[4]But thou hast a fewe names in Sardis, whiche han not defoulid her clothis; and thei schulen walke with me in whijt clothis, for thei ben worthi. [4]ἀλλὰ ἔχεις ὀλίγα ὀνόματα ἐν Σάρδεσιν ἃ οὐκ ἐμόλυναν τὰ ἱμάτια αὐτῶν, καὶ περιπατήσουσιν μετ’ ἐμοῦ ἐν λευκοῖς, ὅτι ἄξιοί εἰσιν.
[5]He that ouercometh, schal be clothid thus with whijt clothis; and Y schal not do awei his name fro the book of lijf, and Y schal knoueleche his name bifore my fadir, and bifore hise aungels. [5]Ὁ νικῶν οὕτως περιβαλεῖται ἐν ἱματίοις λευκοῖς, καὶ οὐ μὴ ἐξαλείψω τὸ ὄνομα αὐτοῦ ἐκ τῆς βίβλου τῆς ζωῆς, καὶ ὁμολογήσω τὸ ὄνομα αὐτοῦ ἐνώπιον τοῦ Πατρός μου καὶ ἐνώπιον τῶν ἀγγέλων αὐτοῦ.
[6]He that hath eeris, here he, what the spirit seith to the chirchis. [6]Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
[7]And to the aungel of the chirche of Filadelfie write thou, These thingis seith the hooli and trewe, that hath the keie of Dauid; which openeth, and no man closith, he closith, and no man openith. [7]Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Φιλαδελφίᾳ ἐκκλησίας γράψον Τάδε λέγει ὁ ἅγιος, ὁ ἀληθινός, ὁ ἔχων τὴν κλεῖν Δαυείδ, ὁ ἀνοίγων καὶ οὐδεὶς κλείσει, καὶ κλείων καὶ οὐδεὶς ἀνοίγει
[8]I woot thi werkis, and lo! Y yaf bifore thee a dore opened, which no man may close; for thou hast a litil vertu, and hast kept my word, and denyest not my name. [8]Οἶδά σου τὰ ἔργα· ἰδοὺ δέδωκα ἐνώπιόν σου θύραν ἠνεῳγμένην, ἣν οὐδεὶς δύναται κλεῖσαι αὐτήν· ὅτι μικρὰν ἔχεις δύναμιν, καὶ ἐτήρησάς μου τὸν λόγον καὶ οὐκ ἠρνήσω τὸ ὄνομά μου.
[9]Lo! Y schal yyue to thee of the synagoge of Sathanas, whiche seien that thei ben Jewis, and ben not, but lyen. Lo! Y schal make hem, that thei come, and worschipe byfor thi feet; and thei schulen wite, [9]ἰδοὺ διδῶ ἐκ τῆς συναγωγῆς τοῦ Σατανᾶ, τῶν λεγόντων ἑαυτοὺς Ἰουδαίους εἶναι, καὶ οὐκ εἰσὶν ἀλλὰ ψεύδονται· ἰδοὺ ποιήσω αὐτοὺς ἵνα ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιον τῶν ποδῶν σου, καὶ γνῶσιν ὅτι ἐγὼ ἠγάπησά σε.
[10]that Y louyde thee, for thou keptist the word of my pacience. And Y schal kepe thee fro the our of temptacioun, that is to comynge in to al the world, to tempte men that dwellen in erthe. [10]ὅτι ἐτήρησας τὸν λόγον τῆς ὑπομονῆς μου, κἀγώ σε τηρήσω ἐκ τῆς ὥρας τοῦ πειρασμοῦ τῆς μελλούσης ἔρχεσθαι ἐπὶ τῆς οἰκουμένης ὅλης, πειράσαι τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς.
[11]Lo! Y come soone; holde thou that that thou hast, that no man take thi coroun. [11]ἔρχομαι ταχύ· κράτει ὃ ἔχεις, ἵνα μηδεὶς λάβῃ τὸν στέφανόν σου.
[12]And hym that schal ouercome, Y schal make a pilere in the temple of my God, and he schal no more go out; and Y schal write on hym the name of my God, and the name of the citee of my God, of the newe Jerusalem, that cometh doun fro heuene of my God, and my newe name. [12]Ὁ νικῶν, ποιήσω αὐτὸν στῦλον ἐν τῷ ναῷ τοῦ Θεοῦ μου, καὶ ἔξω οὐ μὴ ἐξέλθῃ ἔτι, καὶ γράψω ἐπ’ αὐτὸν τὸ ὄνομα τοῦ Θεοῦ μου καὶ τὸ ὄνομα τῆς πόλεως τοῦ Θεοῦ μου, τῆς καινῆς Ἱερουσαλὴμ ἡ καταβαίνουσα ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ μου, καὶ τὸ ὄνομά μου τὸ καινόν.
[13]He that hath eeris, here he, what the spirit seith to the chirchis. [13]Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
[14]And to the aungel of the chirche of Laodice write thou, These thingis seith Amen, the feithful witnesse and trewe, which is bigynnyng of Goddis creature. [14]Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Λαοδικίᾳ ἐκκλησίας γράψον Τάδε λέγει ὁ Ἀμήν, ὁ μάρτυς ὁ πιστὸς καὶ ἀληθινός, ἡ ἀρχὴ τῆς κτίσεως τοῦ Θεοῦ
[15]I woot thi werkis, for nether thou art cold, nether thou art hoot; Y wolde that thou were could, ethir hoot; [15]Οἶδά σου τὰ ἔργα, ὅτι οὔτε ψυχρὸς εἶ οὔτε ζεστός. ὄφελον ψυχρὸς ἦς ἢ ζεστός.
[16]but for thou art lew, and nether cold, nether hoot, Y schal bigynne to caste thee out of my mouth. [16]οὕτως, ὅτι χλιαρὸς εἶ, καὶ οὔτε ζεστὸς οὔτε ψυχρός, μέλλω σε ἐμέσαι ἐκ τοῦ στόματός μου.
[17]For thou seist, That Y am riche, and ful of goodis, and Y haue nede of no thing; and thou wost not, that thou art a wretche, and wretcheful, `and pore, and blynde, and nakid. [17]ὅτι λέγεις ὅτι Πλούσιός εἰμι καὶ πεπλούτηκα καὶ οὐδὲν χρείαν ἔχω, καὶ οὐκ οἶδας ὅτι σὺ εἶ ὁ ταλαίπωρος καὶ ἐλεεινὸς καὶ πτωχὸς καὶ τυφλὸς καὶ γυμνός,
[18]Y counsele thee to bie of me brent gold, and preued, that thou be maad riche, and be clothid with whijt clothis, that the confusioun of thi nakidnesse be not seen; and anoynte thin iyen with a collerie, that thou se. [18]συμβουλεύω σοι ἀγοράσαι παρ’ ἐμοῦ χρυσίον πεπυρωμένον ἐκ πυρὸς ἵνα πλουτήσῃς, καὶ ἱμάτια λευκὰ ἵνα περιβάλῃ καὶ μὴ φανερωθῇ ἡ αἰσχύνη τῆς γυμνότητός σου, καὶ κολλούριον ἐγχρῖσαι τοὺς ὀφθαλμούς σου ἵνα βλέπῃς.
[19]Y repreue, and chastise whom Y loue; therfor sue thou goode men, and do penaunce. [19]ἐγὼ ὅσους ἐὰν φιλῶ ἐλέγχω καὶ παιδεύω· ζήλευε οὖν καὶ μετανόησον.
[20]Lo! Y stonde at the dore, and knocke; if ony man herith my voys, and openith the yate to me, Y shal entre to hym, and soupe with hym, and he with me. [20]Ἰδοὺ ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω· ἐάν τις ἀκούσῃ τῆς φωνῆς μου καὶ ἀνοίξῃ τὴν θύραν, εἰσελεύσομαι πρὸς αὐτὸν καὶ δειπνήσω μετ’ αὐτοῦ καὶ αὐτὸς μετ’ ἐμοῦ.
[21]And Y schal yyue to hym that schal ouercome, to sitte with me in my trone, as also Y ouercam, and sat with my fadir in his trone. [21]Ὁ νικῶν δώσω αὐτῷ καθίσαι μετ’ ἐμοῦ ἐν τῷ θρόνῳ μου, ὡς κἀγὼ ἐνίκησα καὶ ἐκάθισα μετὰ τοῦ Πατρός μου ἐν τῷ θρόνῳ αὐτοῦ.
[22]He that hath eeris, here he, what the spirit seith to the chirchis. [22]Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
Author: John Wycliffe (1328 – 1384)
Author: Eberhard Nestle (1851–1913)
Source: www.hagiascriptura.com

See information...
Top