|
[1]Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου βιβλίον γεγραμμένον ἔσωθεν καὶ ἔξωθεν, κατεσφραγισμένον σφραγῖσιν ἑπτά. καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα ἐν φωνῇ μεγάλη· τίς ἄξιός ἐστιν ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ; καὶ οὐδεὶς ἐδύνατο ἐν τῷ οὐρανῷ οὔτε ἐπὶ τῆς γῆς οὔτε ὑποκάτω τῆς γῆς ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό. καὶ ἐγὼ ἔκλαιον πολύ, ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό. καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι· μὴ κλαῖε. ἰδοὺ ἐνίκησεν ὁ λέων ὁ ἐκ τῆς φυλῆς ᾿Ιούδα, ἡ ῥίζα Δαυΐδ, ἀνοῖξαι τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ. |
[1]και ειδον επι την δεξιαν του καθημενου επι του θρονου βιβλιον γεγραμμενον εσωθεν και εξωθεν κατεσφραγισμενον σφραγισιν επτα |
2[No verse] |
[2]και ειδον αγγελον ισχυρον κηρυσσοντα εν φωνη μεγαλη τις αξιος εστιν ανοιξαι το βιβλιον και λυσαι τας σφραγιδας αυτου |
3[No verse] |
[3]και ουδεις εδυνατο εν τω ουρανω [ανω] ουτε επι της γης ουτε υποκατω της γης ανοιξαι το βιβλιον ουτε βλεπειν αυτο |
4[No verse] |
[4]και εγω εκλαιον πολυ οτι ουδεις αξιος ευρεθη ανοιξαι το βιβλιον ουτε βλεπειν αυτο |
5[No verse] |
[5]και εις εκ των πρεσβυτερων λεγει μοι μη κλαιε ιδου ενικησεν ο λεων ο εκ της φυλης ιουδα η ριζα δαυιδ ανοιξαι το βιβλιον και τας επτα σφραγιδας αυτου |
[6]Καὶ εἶδον ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζῴων καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων ἀρνίον ἑστηκὸς ὡς ἐσφαγμένον, ἔχον κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά, ἅ εἰσι τὰ ἑπτὰ πνεύματα τοῦ Θεοῦ ἀποστελλόμενα εἰς πᾶσαν τὴν γῆν. |
[6]και ειδον εν μεσω του θρονου και των τεσσαρων ζωων και εν μεσω των πρεσβυτερων αρνιον εστηκος ως εσφαγμενον εχον κερατα επτα και οφθαλμους επτα α εισιν τα επτα πνευματα του θεου αποστελλομενα εις πασαν την γην |
[7]καὶ ἦλθε καὶ εἴληφεν ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου. |
[7]και ηλθεν και ειληφεν εκ της δεξιας του καθημενου επι του θρονου |
[8]καὶ ὅτε ἔλαβε τὸ βιβλίον, τὰ τέσσαρα ζῷα καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἔπεσαν ἐνώπιον τοῦ ἀρνίου, ἔχοντες ἕκαστος κιθάραν καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων, αἵ εἰσιν αἱ προσευχαὶ τῶν ἁγίων· |
[8]και οτε ελαβεν το βιβλιον τα τεσσαρα ζωα και οι εικοσι τεσσαρες πρεσβυτεροι επεσον ενωπιον του αρνιου εχοντες εκαστος κιθαραν και φιαλας χρυσας γεμουσας θυμιαματων αι εισιν [αι] προσευχαι των αγιων |
[9]καὶ ᾄδουσιν ᾠδὴν καινὴν λέγοντες· ἄξιος εἶ λαβεῖν τὸ βιβλίον καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ, ὅτι ἐσφάγης καὶ ἠγόρασας τῷ Θεῷ ἡμᾶς ἐν τῷ αἵματί σου ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους, |
[9]και αδουσιν ωδην καινην λεγοντες αξιος ει λαβειν το βιβλιον και ανοιξαι τας σφραγιδας αυτου οτι εσφαγης και ηγορασας τω θεω ημας εν τω αιματι σου εκ πασης φυλης και γλωσσης και λαου και εθνους |
[10]καὶ ἐποίησας αὐτοὺς τῷ Θεῷ ἡμῶν βασιλεῖς καὶ ἱερεῖς, καὶ βασιλεύσουσιν ἐπὶ τῆς γῆς. |
[10]και εποιησας αυτους τω θεω ημων βασιλεις και ιερεις και βασιλευσουσιν επι της γης |
[11]καὶ εἶδον καὶ ἤκουσα ὡς φωνὴν ἀγγέλων πολλῶν κύκλῳ τοῦ θρόνου καὶ τῶν ζῴων καὶ τῶν πρεσβυτέρων, καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν μυριάδες μυριάδων καὶ χιλιάδες χιλιάδων, |
[11]και ειδον και ηκουσα ως φωνην αγγελων πολλων κυκλω του θρονου και των ζωων και των πρεσβυτερων και ην ο αριθμος αυτων μυριαδες μυριαδων και χιλιαδες χιλιαδων |
[12]λέγοντες φωνῇ μεγάλῃ· ἄξιόν ἐστι τὸ ἀρνίον τὸ ἐσφαγμένον λαβεῖν τὴν δύναμιν καὶ τὸν πλοῦτον καὶ σοφίαν καὶ ἰσχὺν καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν. |
[12]λεγοντες φωνη μεγαλη αξιον εστιν το αρνιον το εσφαγμενον λαβειν την δυναμιν και [τον] πλουτον και σοφιαν και ισχυν και τιμην και δοξαν και ευλογιαν |
[13]καὶ πᾶν κτίσμα ὃ ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς καὶ ὑποκάτω τῆς γῆς καὶ ἐπὶ τῆς θαλάσσης ἐστί, καὶ τὰ ἐν αὐτοῖς πάντα, ἤκουσα λέγοντας· τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου καὶ τῷ ἀρνίῳ ἡ εὐλογία καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
[13]και παν κτισμα ο [εστιν] εν τω ουρανω και επι της γης και υποκατω της γης και επι της θαλασσης εστιν και τα εν αυτοις παντας ηκουσα λεγοντας τω καθημενω επι του θρονου και τω αρνιω η ευλογια και η τιμη και η δοξα και το κρατος εις τους αιωνας των αιωνων αμην |
[14]καὶ τὰ τέσσαρα ζῷα ἔλεγον, ἀμήν· καὶ οἱ πρεσβύτεροι ἔπεσαν καὶ προσεκύνησαν. |
[14]και τα τεσσαρα ζωα λεγοντα το αμην και οι πρεσβυτεροι επεσον και προσεκυνησαν |