|
[1]AND I saw in the right hand of him who sat on the throne a writing which was written within and on the back, and sealedⓘ with seven seals.ⓘ |
[1]καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου βιβλίον γεγραμμένον ἔσωθεν καὶ ὄπισθεν, κατεσφραγισμένον σφραγῖσιν ἑπτά. |
[2]And I saw a mighty angel who proclaimed with a great voice: Who is worthy to open the book, and to loose the seals thereof? |
[2]καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα ἐν φωνῇ μεγάλῃ, τίς ἄξιος ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ; |
[3]And no one was able, in heaven above, nor upon earth, nor under the earth, to open the book, or to inspect it. |
[3]καὶ οὐδεὶς ἐδύνατο ἐν τῶ οὐρανῶ οὐδὲ ἐπὶ τῆς γῆς οὐδὲ ὑποκάτω τῆς γῆς ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό. |
[4]And I wept much, because no one could be found who was worthy to open the book, or to inspect it. |
[4]καὶ ἔκλαιον πολὺ ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό. |
[5]And one of the presbyters said to me, Weep not; behold, the Lion of the tribe of Jihuda, who is the root of David, hath prevailed. He will open the book and the seven sealⓘ thereof. |
[5]καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι, μὴ κλαῖε· ἰδοὺ ἐνίκησεν ὁ λέων ὁ ἐκ τῆς φυλῆς ἰούδα, ἡ ῥίζα δαυίδ, ἀνοῖξαι τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ. |
[6]And I saw, in the midst of the presbyters, a Lamb standing, as slain, who had seven horns and seven eyes which are the seven Spirits of Aloha, which are sent forth to all the earth. |
[6]καὶ εἶδον ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζῴων καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων ἀρνίον ἑστηκὸς ὡς ἐσφαγμένον, ἔχων κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά, οἵ εἰσιν τὰ [ἑπτὰ] πνεύματα τοῦ θεοῦ ἀπεσταλμένοι εἰς πᾶσαν τὴν γῆν. |
[7]And he came and took the book from the right hand of him who sat upon the throne |
[7]καὶ ἦλθεν καὶ εἴληφεν ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου. |
[8]And when he had taken the book, the four living-ones and the twenty and four presbyters fell down before the Lamb, having each of them an harp, and vials of gold full of perfumes, which are the prayers of the saints. |
[8]καὶ ὅτε ἔλαβεν τὸ βιβλίον, τὰ τέσσαρα ζῶα καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἔπεσαν ἐνώπιον τοῦ ἀρνίου, ἔχοντες ἕκαστος κιθάραν καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων, αἵ εἰσιν αἱ προσευχαὶ τῶν ἁγίων. |
[9]And they hymned a new hymn, saying, Thou art worthy to take the book, and to open the seals thereof; because thou wast slain, and hast redeemed us to Aloha by thy blood, from every tribe and tongue and people and nation. |
[9]καὶ ᾄδουσιν ᾠδὴν καινὴν λέγοντες, ἄξιος εἶ λαβεῖν τὸ βιβλίον καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ, ὅτι ἐσφάγης καὶ ἠγόρασας τῶ θεῶ ἐν τῶ αἵματί σου ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους, |
[10]And thou hast made themⓘ to our God kings and priests, and reigning upon the earth. |
[10]καὶ ἐποίησας αὐτοὺς τῶ θεῶ ἡμῶν βασιλείαν καὶ ἱερεῖς, καὶ βασιλεύσουσιν ἐπὶ τῆς γῆς. |
[11]And I saw and heard as the voice of many angels around the throne, and the living-ones, and the presbyters, and the number of them was ten thousand times ten thousand, and thousands of thousands, |
[11]καὶ εἶδον, καὶ ἤκουσα φωνὴν ἀγγέλων πολλῶν κύκλῳ τοῦ θρόνου καὶ τῶν ζῴων καὶ τῶν πρεσβυτέρων, καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν μυριάδες μυριάδων καὶ χιλιάδες χιλιάδων, |
[12]Which said with a great voice, Worthy is the Lamb that was slain, to receive power, and riches, and wisdom, and strength, and honour, and glory, and blessing, |
[12]λέγοντες φωνῇ μεγάλῃ, ἄξιόν ἐστιν τὸ ἀρνίον τὸ ἐσφαγμένον λαβεῖν τὴν δύναμιν καὶ πλοῦτον καὶ σοφίαν καὶ ἰσχὺν καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν. |
[13]And every creature which is in heaven, and on earth, and under the earth, and in the sea, and all them which are therein. And I heard him who sat upon the throne saying: To the Lamb let there be given blessing, and honour, and glory, and praise, and dominion, for ever and ever. |
[13]καὶ πᾶν κτίσμα ὃ ἐν τῶ οὐρανῶ καὶ ἐπὶ τῆς γῆς καὶ ὑποκάτω τῆς γῆς καὶ ἐπὶ τῆς θαλάσσης, καὶ τὰ ἐν αὐτοῖς πάντα, ἤκουσα λέγοντας, τῶ καθημένῳ ἐπὶ τῶ θρόνῳ καὶ τῶ ἀρνίῳ ἡ εὐλογία καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
[14]And the four living-ones said, Amen! And the presbyters fell, and worshipped. |
[14]καὶ τὰ τέσσαρα ζῶα ἔλεγον, ἀμήν· καὶ οἱ πρεσβύτεροι ἔπεσαν καὶ προσεκύνησαν. |