|
[1]And the fyuethe aungel trumpide; and Y say, that a sterre hadde falle doun fro heuene in to erthe; and the keye of the pit of depnesse was youun to it. |
[1]Καὶ ὁ πέμπτος ἄγγελος ἐσάλπισε· καὶ εἶδον ἀστέρα ἐκ τοῦ οὐρανοῦ πεπτωκότα εἰς τὴν γῆν, καὶ ἐδόθη αὐτῷ ἡ κλεὶς τοῦ φρέατος τῆς ἀβύσσου, |
[2]And it openede the pit of depnesse, and a smoke of the pit stiede vp, as the smoke of a greet furneis; and the sunne was derkid, and the eir, of the smoke of the pit. |
[2]καὶ ἤνοιξε τὸ φρέαρ τῆς ἀβύσσου, καὶ ἀνέβη καπνὸς ἐκ τοῦ φρέατος ὡς καπνὸς καμίνου καιομένης, καὶ ἐσκοτίσθη ὁ ἥλιος καὶ ὁ ἀὴρ ἐκ τοῦ καπνοῦ τοῦ φρέατος. |
[3]And locustis wenten out of the smoke of the pit in to erthe; and power was youun to hem, as scorpiouns of the erthe han power. |
[3]καὶ ἐκ τοῦ καπνοῦ ἐξῆλθον ἀκρίδες εἰς τὴν γῆν, καὶ ἐδόθη αὐταῖς ἐξουσία ὡς ἔχουσιν ἐξουσίαν οἱ σκορπίοι τῆς γῆς· |
[4]And it was comaundid to hem, that thei schulden not hirte the gras of erthe, nether ony grene thing, nether ony tre, but oneli men, that han not the signe of God in her forhedis. |
[4]καὶ ἐρρέθη αὐταῖς ἵνα μὴ ἀδικήσωσι τὸν χόρτον τῆς γῆς οὐδὲ πᾶν χλωρὸν οὐδὲ πᾶν δένδρον, εἰ μὴ τοὺς ἀνθρώπους οἵτινες οὐκ ἔχουσι τὴν σφραγῖδα τοῦ Θεοῦ ἐπὶ τῶν μετώπων αὐτῶν. |
[5]And it was youun to hem, that thei schulden not sle hem, but that thei schulden `be turmentid fyue monethis; and the turmentyng of hem, as the turmentyng of a scorpioun, whanne he smytith a man. |
[5]καὶ ἐδόθη αὐταῖς ἵνα μὴ ἀποκτείνωσιν αὐτούς, ἀλλ᾿ ἵνα βασανισθῶσι μῆνας πέντε· καὶ ὁ βασανισμὸς αὐτῶν ὡς βασανισμὸς σκορπίου, ὅταν παίσῃ ἄνθρωπον. |
[6]And in tho daies men schulen seke deth, and thei schulen not fynde it; and thei schulen desire to die, and deth schal fle fro hem. |
[6]καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ζητήσουσιν οἱ ἄνθρωποι τὸν θάνατον καὶ οὐ μὴ εὑρήσουσιν αὐτόν, καὶ ἐπιθυμήσουσιν ἀποθανεῖν, καὶ φεύξεται ἀπ᾿ αὐτῶν ὁ θάνατος. |
[7]And the licnesse of locustis ben lijk horsis maad redi `in to batel; and on the heedis of hem as corouns lijk gold, and the facis of hem as the faces of men. |
[7]καὶ τὰ ὁμοιώματα τῶν ἀκρίδων ὅμοια ἵπποις ἡτοιμασμένοις εἰς πόλεμον, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν ὡς στέφανοι ὅμοιοι χρυσίῳ, καὶ τὰ πρόσωπα αὐτῶν ὡς πρόσωπα ἀνθρώπων, |
[8]And thei hadden heeris, as heeris of wymmen; and the teeth of hem weren as teeth of liouns. |
[8]καὶ εἶχον τρίχας ὡς τρίχας γυναικῶν, καὶ οἱ ὀδόντες αὐτῶν ὡς λεόντων ἦσαν, |
[9]And thei hadden haburiouns, as yren haburiouns, and the vois of her wengis as the vois of charis of many horsis rennynge `in to batel. |
[9]καὶ εἶχον θώρακας ὡς θώρακας σιδηροῦς, καὶ ἡ φωνὴ τῶν πτερύγων αὐτῶν ὡς φωνὴ ἁρμάτων ἵππων πολλῶν τρεχόντων εἰς πόλεμον. |
[10]And thei hadden tailis lijk scorpiouns, and prickis weren in the tailis of hem; and the myyt of hem was to noye men fyue monethis. |
[10]καὶ ἔχουσιν οὐρὰς ὁμοίας σκορπίοις καὶ κέντρα, καὶ ἐν ταῖς οὐραῖς αὐτῶν ἐξουσίαν ἔχουσι τοῦ ἀδικῆσαι τοὺς ἀνθρώπους μῆνας πέντε. |
[11]And thei hadden on hem a kyng, the aungel of depnesse, to whom the name bi Ebrew is Laabadon, but bi Greek Appollion, and bi Latyn `he hath a name `Extermynans, that is, a distriere. |
[11]ἔχουσι βασιλέα ἐπ᾿ αὐτῶν τὸν ἄγγελον τῆς ἀβύσσου· ὄνομα αὐτῷ ῾Εβραϊστὶ ᾿Αβαδδών, ἐν δὲ τῇ ῾Ελληνικῇ ὄνομα ἔχει ᾿Απολλύων. |
[12]O wo is passid, and lo! yit comen twei woes. |
[12]῾Η οὐαὶ ἡ μία ἀπῆλθεν· ἰδοὺ ἔρχονται ἔτι δύο οὐαὶ μετὰ ταῦτα. |
[13]Aftir these thingis also the sixte aungel trumpide; and Y herde a vois fro foure corneris of the goldun auter, that is bifore the iyen of God, |
[13]Καὶ ὁ ἕκτος ἄγγελος ἐσάλπισε· καὶ ἤκουσα φωνὴν μίαν ἐκ τῶν τεσσάρων κεράτων τοῦ θυσιαστηρίου τοῦ χρυσοῦ τοῦ ἐνώπιον τοῦ Θεοῦ, |
[14]and seide to the sixte aungel that hadde a trumpe, Vnbynde thou foure aungels, that ben boundun in the greet flood Eufrates. |
[14]λέγοντος τῷ ἕκτῳ ἀγγέλῳ· ὁ ἔχων τὴν σάλπιγγα, λῦσον τοὺς τέσσαρας ἀγγέλους τοὺς δεδεμένους ἐπὶ τῷ ποταμῷ τῷ μεγάλῳ Εὐφράτῃ. |
[15]And the foure aungels weren vnboundun, whiche weren redi in to our, and dai, and monethe, and yeer, to sle the thridde part of men. |
[15]καὶ ἐλύθησαν οἱ τέσσαρες ἄγγελοι οἱ ἡτοιμασμένοι εἰς τὴν ὥραν καὶ εἰς τὴν ἡμέραν καὶ μῆνα καὶ ἐνιαυτόν, ἵνα ἀποκτείνωσι τὸ τρίτον τῶν ἀνθρώπων. |
[16]And the noumbre of the oost of horse men was twenti thousynde sithis ten thousynde. Y herde the noumbre of hem. |
[16]καὶ ὁ ἀριθμὸς τῶν στρατευμάτων τοῦ ἵππου δύο μυριάδες μυριάδων· ἤκουσα τὸν ἀριθμὸν αὐτῶν. |
[17]And so Y say horsis in visioun; and thei that saten on hem hadden firy haburiouns, and of iacynt, and of brymstoon. And the heedis of the horsis weren as heedis of liouns; and fier, and smoke, and brymston, cometh forth of the mouth of hem. |
[17]καὶ οὕτως εἶδον τοὺς ἵππους ἐν τῇ ὁράσει καὶ τοὺς καθημένους ἐπ᾿ αὐτῶν, ἔχοντας θώρακας πυρίνους καὶ ὑακινθίνους καὶ θειώδεις· καὶ αἱ κεφαλαὶ τῶν ἵππων ὡς κεφαλαὶ λεόντων, καὶ ἐκ τῶν στομάτων αὐτῶν ἐκπορεύεται πῦρ καὶ καπνὸς καὶ θεῖον. |
[18]Of these thre plagis the thridde part of men was slayn, of the fier, and of the smoke, and of the brymston, that camen out of the mouth of hem. |
[18]ἀπὸ τῶν τριῶν πληγῶν τούτων ἀπεκτάνθησαν τὸ τρίτον τῶν ἀνθρώπων, ἐκ τοῦ πυρὸς καὶ τοῦ καπνοῦ καὶ τοῦ θείου τοῦ ἐκπορευομένου ἐκ τῶν στομάτων αὐτῶν. |
[19]For the power of the horsis is in the mouth of hem, and in the tailis of hem; for the tailis of hem ben lyk to serpentis, hauynge heedis, and in hem thei noyen. |
[19]ἡ γὰρ ἐξουσία τῶν ἵππων ἐν τῷ στόματι αὐτῶν ἐστι καὶ ἐν ταῖς οὐραῖς αὐτῶν· αἱ γὰρ οὐραὶ αὐτῶν ὅμοιαι ὄφεσιν, ἔχουσαι κεφαλάς, καὶ ἐν αὐταῖς ἀδικοῦσι. |
[20]And the tothir men, that weren not slayn in these plagis, nether dyden penaunce of the werkis of her hondis, that thei worschipeden not deuelis, and simylacris of gold, and of siluer, and of bras, and of stoon, and of tre, whiche nethir mown se, nether heere, nether wandre; |
[20]καὶ οἱ λοιποὶ τῶν ἀνθρώπων, οἳ οὐκ ἀπεκτάνθησαν ἐν ταῖς πληγαῖς ταύταις, οὐ μετενόησαν ἐκ τῶν ἔργων τῶν χειρῶν αὐτῶν, ἵνα μὴ προσκυνήσωσι τὰ δαιμόνια καὶ τὰ εἴδωλα τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ καὶ τὰ χαλκᾶ καὶ τὰ λίθινα καὶ τὰ ξύλινα, ἃ οὔτε βλέπειν δύναται οὔτε ἀκούειν οὔτε περιπατεῖν, |
[21]and diden not penaunce of her mansleyngis, nether of her witchecraftis, nethir of her fornicacioun, nethir of her theftis, weren slayn. |
[21]καὶ οὐ μετενόησαν ἐκ τῶν φόνων αὐτῶν οὔτε ἐκ τῶν φαρμακειῶν αὐτῶν οὔτε ἐκ τῆς πορνείας αὐτῶν οὔτε ἐκ τῶν κλεμμάτων αὐτῶν. |