Warning: file_put_contents(/var/www/vhosts/firenewt.net/esb.bible/httpdocs/app/dat/scroll/Lao.en/cache.txt): Failed to open stream: Permission denied in /var/www/vhosts/firenewt.net/esb.bible/httpdocs/app/funcs.inc line 923

[1] file:  (line ): handle_error()
[2] file: /var/www/vhosts/firenewt.net/esb.bible/httpdocs/app/funcs.inc (line 923): file_put_contents()
[3] file: /var/www/vhosts/firenewt.net/esb.bible/httpdocs/app/funcs.inc (line 1519): Scroll->load()
[4] file: /var/www/vhosts/firenewt.net/esb.bible/httpdocs/app/page/scroll.inc (line 639): new_scroll()
[5] file: /var/www/vhosts/firenewt.net/esb.bible/httpdocs/app/page.inc (line 177): require()
[6] file: /var/www/vhosts/firenewt.net/esb.bible/httpdocs/app/app.php (line 112): require()
[7] file: /var/www/vhosts/firenewt.net/esb.bible/httpdocs/index.php (line 20): require()
ESB | Rom 10 | Patriarchal, Lao.en
«
Patriarchal Greek NT (1904)
Patr
Epistle to the Laodiceans (English)
Lao[EN]
[1]Ἀδελφοί, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ δέησις ἡ πρὸς τὸν Θεὸν ὑπὲρ τοῦ ᾿Ισραήλ ἐστιν εἰς σωτηρίαν· [No book]
[2]μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ᾿ οὐ κατ᾿ ἐπίγνωσιν. [No book]
[3]ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. [No book]
[4]τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι. [No book]
[5]Μωϋσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου, ὅτι ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς· [No book]
[6]ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτω λέγει· μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τοῦτ᾿ ἔστι Χριστὸν καταγαγεῖν· [No book]
[7]ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τοῦτ᾿ ἔστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. [No book]
[8]ἀλλὰ τί λέγει; ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου· τοῦτ᾿ ἔστι τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν. [No book]
[9]ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου Κύριον ᾿Ιησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ· [No book]
[10]καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. [No book]
[11]λέγει γὰρ ἡ γραφή· πᾶς ὁ πιστεύων ἐπ᾿ αὐτῷ οὐ καταισχυνθήσεται. [No book]
[12]οὐ γὰρ ἔστι διαστολὴ ᾿Ιουδαίου τε καὶ ῞Ελληνος· ὁ γὰρ αὐτὸς Κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν· [No book]
[13]πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται. [No book]
[14]πῶς οὖν ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς δὲ πιστεύσουσιν οὗ οὐκ ἤκουσαν; πῶς δὲ ἀκούσουσι χωρὶς κηρύσσοντος; [No book]
[15]πῶς δὲ κηρύξουσιν ἐὰν μὴ ἀποσταλῶσι; καθὼς γέγραπται· ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά! [No book]
[16]᾿Αλλ᾿ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ· ῾Ησαΐας γὰρ λέγει· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; [No book]
[17]ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος Θεοῦ. [No book]
[18]ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν; μενοῦνγε εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. [No book]
[19]ἀλλὰ λέγω, μὴ οὐκ ἔγνω ᾿Ισραήλ; πρῶτος Μωϋσῆς λέγει· ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ᾿ οὐκ ἔθνει, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς. [No book]
[20]῾Ησαΐας δὲ ἀποτολμᾷ καὶ λέγει· εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι. [No book]
[21]πρὸς δὲ τὸν ᾿Ισραὴλ λέγει· ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα. [No book]
Author: Ecumenical Patriarchate of Constantinople
Source: www.hagiascriptura.com
Top