«
Wycliffe's English Translation (1388)
Wyc
SBL Greek NT (2010)
SBL
[1]Therfor Y seie, Whether God hath put awei his puple? God forbede. For Y am an Israelite, of the seed of Abraham, of the lynage of Beniamyn. [1]Λέγω οὖν, μὴ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ; μὴ γένοιτο· καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμί, ἐκ σπέρματος Ἀβραάμ, φυλῆς Βενιαμίν.
[2]God hath not put awei his puple, which he bifor knew. Whether ye witen not, what the scripture seith in Elie? Hou he preieth God ayens Israel, [2]οὐκ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω. ἢ οὐκ οἴδατε ἐν Ἠλίᾳ τί λέγει ἡ γραφή, ὡς ἐντυγχάνει τῷ θεῷ κατὰ τοῦ ⸀Ἰσραήλ;
[3]Lord, thei han slayn thi prophetis, thei han vndurdoluun thin auteris, and Y am lefte aloone, and thei seken my lijf. [3]Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, ⸀τὰ θυσιαστήριά σου κατέσκαψαν, κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσιν τὴν ψυχήν μου.
[4]But what seith Goddis answere to hym? Y haue left to me seuene thousyndes of men, that han not bowid her knees bifore Baal. [4]ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός; Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ.
[5]So therfor also in this tyme, the relifs ben maad saaf, bi the chesyng of the grace of God. [5]οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατʼ ἐκλογὴν χάριτος γέγονεν·
[6]And if it be bi the grace of God, it is not now of werkis; ellis grace is not now grace. [6]εἰ δὲ χάριτι, οὐκέτι ἐξ ἔργων, ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται ⸀χάρις.
[7]What thanne? Israel hath not getun this that he souyte, but eleccioun hath getun; and the othere ben blyndid. [7]τί οὖν; ὃ ἐπιζητεῖ Ἰσραήλ, τοῦτο οὐκ ἐπέτυχεν, ἡ δὲ ἐκλογὴ ἐπέτυχεν· οἱ δὲ λοιποὶ ἐπωρώθησαν,
[8]As it is writun, God yaf to hem a spirit of compunccioun, iyen that thei se not, and eeris, that thei here not, in to this dai. [8]⸀καθὼς γέγραπται· Ἔδωκεν αὐτοῖς ὁ θεὸς πνεῦμα κατανύξεως, ὀφθαλμοὺς τοῦ μὴ βλέπειν καὶ ὦτα τοῦ μὴ ἀκούειν, ἕως τῆς σήμερον ἡμέρας.
[9]And Dauith seith, Be the boord of hem maad in to a gryn bifor hem, and in to catchyng, and in to sclaundre, and in to yeldyng to hem. [9]καὶ Δαυὶδ λέγει· Γενηθήτω ἡ τράπεζα αὐτῶν εἰς παγίδα καὶ εἰς θήραν καὶ εἰς σκάνδαλον καὶ εἰς ἀνταπόδομα αὐτοῖς,
[10]Be the iyen of hem maad derk, that thei se not; and bowe thou doun algatis the bak of hem. [10]σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον.
[11]Therfor Y seie, Whether thei offendiden so, that thei schulden falle doun? God forbede. But bi the gilt of hem helthe is maad to hethene men, that thei sue hem. [11]Λέγω οὖν, μὴ ἔπταισαν ἵνα πέσωσιν; μὴ γένοιτο· ἀλλὰ τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσιν, εἰς τὸ παραζηλῶσαι αὐτούς.
[12]That if the gilt of hem ben richessis of the world, and the makyng lesse of hem ben richessis of hethene men, hou myche more the plente of hem? [12]εἰ δὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου καὶ τὸ ἥττημα αὐτῶν πλοῦτος ἐθνῶν, πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν.
[13]But Y seie to you, hethene men, for as longe as Y am apostle of hethene men, Y schal onoure my mynysterie, [13]Ὑμῖν ⸀δὲ λέγω τοῖς ἔθνεσιν. ἐφʼ ὅσον μὲν ⸀οὖν εἰμι ἐγὼ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάζω,
[14]if in ony maner Y stire my fleisch for to folowe, and that Y make summe of hem saaf. [14]εἴ πως παραζηλώσω μου τὴν σάρκα καὶ σώσω τινὰς ἐξ αὐτῶν.
[15]For if the loss of hem is the recouncelyng of the world, what is the takyng vp, but lijf of deede men? [15]εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καταλλαγὴ κόσμου, τίς ἡ πρόσλημψις εἰ μὴ ζωὴ ἐκ νεκρῶν;
[16]For if a litil part of that that is tastid be hooli, the hool gobet is hooli; and if the roote is hooli, also the braunchis. [16]εἰ δὲ ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα· καὶ εἰ ἡ ῥίζα ἁγία, καὶ οἱ κλάδοι.
[17]What if ony of the braunchis ben brokun, whanne thou were a wielde olyue tre, art graffid among hem, and art maad felowe of the roote, and of the fatnesse of the olyue tre, [17]Εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν, σὺ δὲ ἀγριέλαιος ὢν ἐνεκεντρίσθης ἐν αὐτοῖς καὶ συγκοινωνὸς τῆς ⸀ῥίζης τῆς πιότητος τῆς ἐλαίας ἐγένου,
[18]nyle thou haue glorie ayens the braunchis. For if thou gloriest, thou berist not the roote, but the roote thee. [18]μὴ κατακαυχῶ τῶν κλάδων· εἰ δὲ κατακαυχᾶσαι, οὐ σὺ τὴν ῥίζαν βαστάζεις ἀλλὰ ἡ ῥίζα σέ.
[19]Therfor thou seist, The braunchis ben brokun, that Y be graffid in. [19]ἐρεῖς οὖν· Ἐξεκλάσθησαν κλάδοι ἵνα ἐγὼ ἐγκεντρισθῶ.
[20]Wel, for vnbileue the braunchis ben brokun; but thou stondist bi feith. Nyle thou sauere hiye thing, [20]καλῶς· τῇ ἀπιστίᾳ ἐξεκλάσθησαν, σὺ δὲ τῇ πίστει ἕστηκας. μὴ ⸂ὑψηλὰ φρόνει⸃, ἀλλὰ φοβοῦ·
[21]but drede thou, for if God sparide not the kyndli braunchis, lest perauenture he spare not thee. [21]εἰ γὰρ ὁ θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο, ⸀οὐδὲ σοῦ φείσεται.
[22]Therfor se the goodnesse, and the fersnesse of God; yhe, the feersnesse in to hem that felden doun, but the goodnesse of God in to thee, if thou dwellist in goodnesse, ellis also thou schalt be kit doun. [22]ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν θεοῦ· ἐπὶ μὲν τοὺς πεσόντας ⸀ἀποτομία, ἐπὶ δὲ σὲ ⸂χρηστότης θεοῦ⸃, ἐὰν ⸀ἐπιμένῃς τῇ χρηστότητι, ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ.
[23]Yhe, and thei schulen be set yn, if thei dwellen not in vnbileue. For God is myyti, to sette hem in eftsoone. [23]κἀκεῖνοι δέ, ἐὰν μὴ ⸀ἐπιμένωσι τῇ ἀπιστίᾳ, ἐγκεντρισθήσονται· δυνατὸς γάρ ⸂ἐστιν ὁ θεὸς⸃ πάλιν ἐγκεντρίσαι αὐτούς.
[24]For if thou art kit doun of the kyndeli wielde olyue tre, and ayens kynd art set in to a good olyue tre, hou myche more thei that ben bi kynde, schulen be set in her olyue tree? [24]εἰ γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον, πόσῳ μᾶλλον οὗτοι οἱ κατὰ φύσιν ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ.
[25]But, britheren, Y wole not that ye vnknowen this mysterie, that ye be not wise to you silf; for blyndenesse hath feld a parti in Israel, til that the plente of hethene men entride, [25]Οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, τὸ μυστήριον τοῦτο, ἵνα μὴ ⸀ἦτε ἑαυτοῖς φρόνιμοι, ὅτι πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν ἄχρι οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ,
[26]and so al Israel schulde be maad saaf. As it is writun, He schal come of Syon, that schal delyuere, and turne awei the wickidnesse of Jacob. [26]καὶ οὕτως πᾶς Ἰσραὴλ σωθήσεται· καθὼς γέγραπται· Ἥξει ἐκ Σιὼν ὁ ⸀ῥυόμενος, ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ.
[27]And this testament to hem of me, whanne Y schal do awei her synnes. [27]καὶ αὕτη αὐτοῖς ἡ παρʼ ἐμοῦ διαθήκη, ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν.
[28]Aftir the gospel thei ben enemyes for you, but thei ben moost dereworthe bi the eleccioun for the fadris. [28]κατὰ μὲν τὸ εὐαγγέλιον ἐχθροὶ διʼ ὑμᾶς, κατὰ δὲ τὴν ἐκλογὴν ἀγαπητοὶ διὰ τοὺς πατέρας·
[29]And the yiftis and the cleping of God ben with outen forthenkyng. [29]ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ θεοῦ.
[30]And as sum tyme also ye bileueden not to God, but now ye han gete mercy for the vnbileue of hem; [30]ὥσπερ ⸀γὰρ ὑμεῖς ποτε ἠπειθήσατε τῷ θεῷ, νῦν δὲ ἠλεήθητε τῇ τούτων ἀπειθείᾳ,
[31]so and these now bileueden not in to youre merci, that also thei geten merci. [31]οὕτως καὶ οὗτοι νῦν ἠπείθησαν τῷ ὑμετέρῳ ἐλέει ἵνα καὶ αὐτοὶ ⸀νῦν ἐλεηθῶσιν·
[32]For God closide alle thingis togidere in vnbileue, that he haue mercy on alle. [32]συνέκλεισεν γὰρ ὁ θεὸς τοὺς πάντας εἰς ἀπείθειαν ἵνα τοὺς πάντας ἐλεήσῃ.
[33]O! the heiynesse of the ritchessis of the wisdom and of the kunnyng of God; hou incomprehensible ben hise domes, and hise weies ben vnserchable. [33]Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ· ὡς ἀνεξεραύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ.
[34]For whi who knew the wit of the Lord, or who was his counselour? or who formere yaf to hym, [34]Τίς γὰρ ἔγνω νοῦν κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;
[35]and it schal be quyt to hym? [35]ἢ τίς προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται αὐτῷ;
[36]For of hym, and bi hym, and in hym ben alle thingis. To hym be glorie in to worldis. Amen. [36]ὅτι ἐξ αὐτοῦ καὶ διʼ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας, ἀμήν.
Author: John Wycliffe (1328 – 1384)
Author: Michael W. Holmes (2010)
Source: www.sblgnt.com

See information...
Top