«
Nestle-Aland Greek NT (1993)
N/A GNT
The Epistle of Barnabas
EpiBar
Romans
Rom
16
   
[1]συνίστημι δὲ ὑμῖν φοίβην τὴν ἀδελφὴν ἡμῶν, οὗσαν [καὶ] διάκονον τῆς ἐκκλησίας τῆς ἐν κεγχρεαῖς, [No book]
[2]ἵνα αὐτὴν προσδέξησθε ἐν κυρίῳ ἀξίως τῶν ἁγίων, καὶ παραστῆτε αὐτῇ ἐν ᾧ ἂν ὑμῶν χρῄζῃ πράγματι, καὶ γὰρ αὐτὴ προστάτις πολλῶν ἐγενήθη καὶ ἐμοῦ αὐτοῦ. [No book]
[3]ἀσπάσασθε πρίσκαν καὶ ἀκύλαν τοὺς συνεργούς μου ἐν χριστῶ ἰησοῦ, [No book]
[4]οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν, οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν, [No book]
[5]καὶ τὴν κατ᾽ οἶκον αὐτῶν ἐκκλησίαν. ἀσπάσασθε ἐπαίνετον τὸν ἀγαπητόν μου, ὅς ἐστιν ἀπαρχὴ τῆς ἀσίας εἰς χριστόν. [No book]
[6]ἀσπάσασθε μαρίαν, ἥτις πολλὰ ἐκοπίασεν εἰς ὑμᾶς. [No book]
[7]ἀσπάσασθε ἀνδρόνικον καὶ ἰουνιᾶν τοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου, οἵτινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις, οἳ καὶ πρὸ ἐμοῦ γέγοναν ἐν χριστῶ. [No book]
[8]ἀσπάσασθε ἀμπλιᾶτον τὸν ἀγαπητόν μου ἐν κυρίῳ. [No book]
[9]ἀσπάσασθε οὐρβανὸν τὸν συνεργὸν ἡμῶν ἐν χριστῶ καὶ στάχυν τὸν ἀγαπητόν μου. [No book]
[10]ἀσπάσασθε ἀπελλῆν τὸν δόκιμον ἐν χριστῶ. ἀσπάσασθε τοὺς ἐκ τῶν ἀριστοβούλου. [No book]
[11]ἀσπάσασθε ἡρῳδίωνα τὸν συγγενῆ μου. ἀσπάσασθε τοὺς ἐκ τῶν ναρκίσσου τοὺς ὄντας ἐν κυρίῳ. [No book]
[12]ἀσπάσασθε τρύφαιναν καὶ τρυφῶσαν τὰς κοπιώσας ἐν κυρίῳ. ἀσπάσασθε περσίδα τὴν ἀγαπητήν, ἥτις πολλὰ ἐκοπίασεν ἐν κυρίῳ. [No book]
[13]ἀσπάσασθε ῥοῦφον τὸν ἐκλεκτὸν ἐν κυρίῳ καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ. [No book]
[14]ἀσπάσασθε ἀσύγκριτον, φλέγοντα, ἑρμῆν, πατροβᾶν, ἑρμᾶν, καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς. [No book]
[15]ἀσπάσασθε φιλόλογον καὶ ἰουλίαν, νηρέα καὶ τὴν ἀδελφὴν αὐτοῦ, καὶ ὀλυμπᾶν, καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους. [No book]
[16]ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι πᾶσαι τοῦ χριστοῦ. [No book]
[17]παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε ποιοῦντας, καὶ ἐκκλίνετε ἀπ᾽ αὐτῶν· [No book]
[18]οἱ γὰρ τοιοῦτοι τῶ κυρίῳ ἡμῶν χριστῶ οὐ δουλεύουσιν ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ, καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσιν τὰς καρδίας τῶν ἀκάκων. [No book]
[19]ἡ γὰρ ὑμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο· ἐφ᾽ ὑμῖν οὗν χαίρω, θέλω δὲ ὑμᾶς σοφοὺς εἶναι εἰς τὸ ἀγαθόν, ἀκεραίους δὲ εἰς τὸ κακόν. [No book]
[20]ὁ δὲ θεὸς τῆς εἰρήνης συντρίψει τὸν σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. ἡ χάρις τοῦ κυρίου ἡμῶν ἰησοῦ μεθ᾽ ὑμῶν. [No book]
[21]ἀσπάζεται ὑμᾶς τιμόθεος ὁ συνεργός μου, καὶ λούκιος καὶ ἰάσων καὶ σωσίπατρος οἱ συγγενεῖς μου. [No book]
[22]ἀσπάζομαι ὑμᾶς ἐγὼ τέρτιος ὁ γράψας τὴν ἐπιστολὴν ἐν κυρίῳ. [No book]
[23]ἀσπάζεται ὑμᾶς γάϊος ὁ ξένος μου καὶ ὅλης τῆς ἐκκλησίας. ἀσπάζεται ὑμᾶς ἔραστος ὁ οἰκονόμος τῆς πόλεως καὶ κούαρτος ὁ ἀδελφός. [No book]
24[No verse] [No book]
[25][τῶ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα ἰησοῦ χριστοῦ, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου [No book]
[26]φανερωθέντος δὲ νῦν διά τε γραφῶν προφητικῶν κατ᾽ ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος, [No book]
[27]μόνῳ σοφῶ θεῶ διὰ ἰησοῦ χριστοῦ ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.] [No book]
Author: Eberhard Nestle (1851–1913), Kurt Aland (1915–1994), Barbara Aland (b. 1937), et al.
Source: sacred-texts.org

See information...
Translation: Charles H. Hoole (1885)
Source: www.earlychristianwritings.com
Top