|
[1]Διὸ ἀναπολόγητος εἶ, ὦ ἄνθρωπε πᾶς ὁ κρίνων· ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις· τὰ γὰρ αὐτὰ πράσσεις ὁ κρίνων. |
[1]Wherfor thou art vnexcusable, ech man that demest, for in what thing thou demest anothir man, thou condempnest thi silf; for thou doist the same thingis whiche thou demest. |
[2]οἴδαμεν δὲ ὅτι τὸ κρίμα τοῦ Θεοῦ ἐστιν κατὰ ἀλήθειαν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας. |
[2]And we witen, that the doom of God is aftir treuthe ayens hem, that don siche thingis. |
[3]λογίζῃ δὲ τοῦτο, ὦ ἄνθρωπε ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας καὶ ποιῶν αὐτά, ὅτι σὺ ἐκφεύξῃ τὸ κρίμα τοῦ Θεοῦ; |
[3]But gessist thou, man, that demest hem that doen siche thingis, and thou doist tho thingis, that thou schalt ascape the doom of God? |
[4]ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; |
[4]Whether `dispisist thou the richessis of his goodnesse, and the pacience, and the long abidyng? Knowist thou not, that the benygnyte of God ledith thee to forthenkyng? |
[5]κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως δικαιοκρισίας τοῦ Θεοῦ, |
[5]But aftir thin hardnesse and vnrepentaunt herte, thou tresorist to thee wraththe in the dai of wraththe and of schewyng of the riytful doom of God, |
[6]ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· |
[6]that schal yelde to ech man aftir his werkis; |
[7]τοῖς μὲν καθ’ ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσιν ζωὴν αἰώνιον· |
[7]sotheli to hem that ben bi pacience of good werk, glorie, and onour, and vncorrupcioun, to hem that seken euerlastynge lijf; |
[8]τοῖς δὲ ἐξ ἐριθείας καὶ ἀπειθοῦσι τῇ ἀληθείᾳ πειθομένοις δὲ τῇ ἀδικίᾳ, ὀργὴ καὶ θυμός. |
[8]but to hem that ben of strijf, and that assenten not to treuthe, but bileuen to wickidnesse, wraththe and indignacioun, tribulacioun and angwisch, |
[9]θλῖψις καὶ στενοχωρία, ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν, Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος· |
[9]in to ech soule of man that worchith yuel, to the Jew first, and to the Greke; |
[10]δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. |
[10]but glorie, and honour, and pees, to ech man that worchith good thing, to the Jew first, and to the Greke. |
[11]οὐ γάρ ἐστιν προσωπολημψία παρὰ τῷ Θεῷ. |
[11]For accepcioun of persones is not anentis God. |
[12]Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται· |
[12]For who euere han synned without the lawe, schulen perische withouten the lawe; and who euere han synned in the lawe, thei schulen be demyd bi the lawe. |
[13]οὐ γὰρ οἱ ἀκροαταὶ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ’ οἱ ποιηταὶ νόμου δικαιωθήσονται. |
[13]For the hereris of lawe ben not iust anentis God, but the doeris of the lawe schulen be maad iust. |
[14]ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῶσιν, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσιν νόμος· |
[14]For whanne hethene men that han not lawe, don kyndli tho thingis that ben of the lawe, thei not hauynge suche manere lawe, ben lawe to hem silf, |
[15]οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συνμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων, |
[15]that schewen the werk of the lawe writun in her hertis. For the conscience of hem yeldith to hem a witnessyng bytwixe hem silf of thouytis that ben accusynge or defendynge, |
[16]ἐν ᾗ ἡμέρᾳ κρίνει ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέλιόν μου διὰ Χριστοῦ Ἰησοῦ. |
[16]in the dai whanne God schal deme the priuy thingis of men aftir my gospel, bi Jhesu Crist. |
[17]Εἰ δὲ σὺ Ἰουδαῖος ἐπονομάζῃ καὶ ἐπαναπαύῃ νόμῳ καὶ καυχᾶσαι ἐν Θεῷ |
[17]But if thou art named a Jew, and restist in the lawe, and hast glorie in God, |
[18]καὶ γινώσκεις τὸ θέλημα καὶ δοκιμάζεις τὰ διαφέροντα κατηχούμενος ἐκ τοῦ νόμου, |
[18]and hast knowe his wille, and thou lerud bi lawe preuest the more profitable thingis, |
[19]πέποιθάς τε σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν, φῶς τῶν ἐν σκότει, |
[19]and tristist thi silf to be a ledere of blynde men, the liyt of hem that ben in derknessis, |
[20]παιδευτὴν ἀφρόνων, διδάσκαλον νηπίων, ἔχοντα τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ· |
[20]a techere of vnwise men, a maistir of yonge children, that hast the foorme of kunnyng and of treuthe in the lawe; |
[21]ὁ οὖν διδάσκων ἕτερον σεαυτὸν οὐ διδάσκεις; ὁ κηρύσσων μὴ κλέπτειν κλέπτεις; |
[21]what thanne techist thou another, and techist not thi silf? Thou that prechist that me schal not stele, stelist? |
[22]ὁ λέγων μὴ μοιχεύειν μοιχεύεις; ὁ βδελυσσόμενος τὰ εἴδωλα ἱεροσυλεῖς; |
[22]Thou that techist that me schal `do no letcherie, doist letcherie? Thou that wlatist maumetis, doist sacrilegie? |
[23]ὃς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις; |
[23]Thou that hast glorie in the lawe, vnworschipist God bi brekyng of the lawe? |
[24]τὸ γὰρ ὄνομα τοῦ Θεοῦ δι’ ὑμᾶς βλασφημεῖται ἐν τοῖς ἔθνεσιν, καθὼς γέγραπται. |
[24]For the name of God is blasfemed bi you among hethene men, as is writun. |
[25]περιτομὴ μὲν γὰρ ὠφελεῖ ἐὰν νόμον πράσσῃς· ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περιτομή σου ἀκροβυστία γέγονεν. |
[25]For circumcisioun profitith, if thou kepe the lawe; but if thou be a trespassour ayens the lawe, thi circumsicioun is maad prepucie. |
[26]ἐὰν οὖν ἡ ἀκροβυστία τὰ δικαιώματα τοῦ νόμου φυλάσσῃ, οὐχ ἡ ἀκροβυστία αὐτοῦ εἰς περιτομὴν λογισθήσεται; |
[26]Therfor if prepucie kepe the riytwisnessis of the lawe, whethir his prepucie schal not be arettid in to circumcisioun? |
[27]καὶ κρινεῖ ἡ ἐκ φύσεως ἀκροβυστία τὸν νόμον τελοῦσα σὲ τὸν διὰ γράμματος καὶ περιτομῆς παραβάτην νόμου. |
[27]And the prepucie of kynde that fulfillith the lawe, schal deme thee, that bi lettre and circumcisioun art trespassour ayens the lawe. |
[28]οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή· |
[28]For he that is in opene is not a Jew, nether it is circumsicioun that is openli in the fleisch; |
[29]ἀλλ’ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων ἀλλ’ ἐκ τοῦ Θεοῦ. |
[29]but he that is a Jew in hid, and the circumcisioun of herte, in spirit, not bi the lettre, whos preisyng is not of men, but of God. |