|
[1]Know ye not, brethren, (for I speak to them that know the Law) that the Law hath dominion over a man as long as he liveth? |
[1]Ἢ ἀγνοεῖτε, ἀδελφοί· γινώσκουσι γὰρ νόμον λαλῶ· ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ᾿ ὅσον χρόνον ζῇ; |
[2]For the woman which is in subjection to a man, is bound by the law to the man, while he liveth: but if the man be dead, she is delivered from the law of the man. |
[2]ἡ γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι ἀνδρὶ δέδεται νόμῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρός. |
[3]So then, if while the man liveth, she take another man, she shall be called an adulteress: but if the man be dead, she is free from the Law, so that she is not an adulteress, though she take another man. |
[3]ἄρα οὖν ζῶντος τοῦ ἀνδρὸς μοιχαλὶς χρηματίσει ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, ἐλευθέρα ἐστὶν ἀπὸ τοῦ νόμου, τοῦ μὴ εἶναι αὐτὴν μοιχαλίδα γενομένην ἀνδρὶ ἑτέρῳ. |
[4]So ye, my brethren, are dead also to the Law by the body of Christ, that ye should be unto another, even unto him that is raised up from the dead, that we should bring forth fruit unto God. |
[4]ὥστε, ἀδελφοί μου, καὶ ὑμεῖς ἐθανατώθητε τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρῳ, τῷ ἐκ νεκρῶν ἐγερθέντι, ἵνα καρποφορήσωμεν τῷ Θεῷ. |
[5]For when we were in the flesh, the motions of sins, which were by the Law, had force in our members, to bring forth fruit unto death. |
[5]ὅτε γὰρ ἦμεν ἐν τῇ σαρκί, τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν εἰς τὸ καρποφορῆσαι τῷ θανάτῳ· |
[6]But now we are delivered from the Law, being dead unto it, wherein we were holden, that we should serve in newness of Spirit, and not in the oldness of the letter. |
[6]νυνὶ δὲ κατηργήθημεν ἀπὸ τοῦ νόμου, ἀποθανόντες ἐν ᾧ κατειχόμεθα, ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος καὶ οὐ παλαιότητι γράμματος. |
[7]What shall we say then? Is the Law sin? God forbid. Nay, I knew not sin, but by the Law: for I had not known lust, except the Law had said, Thou shalt not lust. |
[7]Τί οὖν ἐροῦμεν; ὁ νόμος ἁμαρτία; μὴ γένοιτο· ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων εἰ μὴ διὰ νόμου· τήν τε γὰρ ἐπιθυμίαν οὐκ ᾔδειν εἰ μὴ ὁ νόμος ἔλεγεν, οὐκ ἐπιθυμήσεις· |
[8]But sin took an occasion by the commandment, and wrought in me all manner of concupiscence: for without the Law sin is dead. |
[8]ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν· χωρὶς γὰρ νόμου ἁμαρτία νεκρά. |
[9]For I once was alive, without the Law: but when the commandment came, sin revived, |
[9]ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ· ἐλθούσης δὲ τῆς ἐντολῆς ἡ ἁμαρτία ἀνέζησεν, |
[10]But I died: and the same commandment which was ordained unto life, was found to be unto me unto death. |
[10]ἐγὼ δὲ ἀπέθανον, καὶ εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωήν, αὕτη εἰς θάνατον· |
[11]For sin took occasion by the commandment, and deceived me, and thereby slew me. |
[11]ἡ γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆς ἐξηπάτησέ με καὶ διὰ αὐτῆς ἀπέκτεινεν. |
[12]Wherefore the Law is holy, and the commandment is holy, and just, and good. |
[12]ὥστε ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή. |
[13]Was that then which is good, made death unto me? God forbid: but sin, that it might appear sin, wrought death in me by that which is good, that sin might be out of measure sinful by the commandment. |
[13]τὸ οὖν ἀγαθὸν ἐμοὶ γέγονε θάνατος; μὴ γένοιτο· ἀλλὰ ἡ ἁμαρτία, ἵνα φανῇ ἁμαρτίᾳ, διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον, ἵνα γένηται καθ᾿ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς. |
[14]For we know that the Law is spiritual, but I am carnal, sold under sin. |
[14]Οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστιν· ἐγὼ δὲ σαρκικός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν. |
[15]For I allow not that which I do: for what I would, that do I not: but what I hate, that do I. |
[15]ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω· οὐ γὰρ ὃ θέλω τοῦτο πράσσω, ἀλλ᾿ ὃ μισῶ τοῦτο ποιῶ. |
[16]If I do then that which I would not, I consent to the Law, that it is good. |
[16]εἰ δὲ ὃ οὐ θέλω τοῦτο ποιῶ, σύμφημι τῷ νόμῳ ὅτι καλός. |
[17]Now then, it is no more I, that do it, but the sin that dwelleth in me. |
[17]νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό, ἀλλ᾿ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. |
[18]For I know, that in me, that is, in my flesh, dwelleth no good thing: for to will is present with me: but I find no means to perform that which is good. |
[18]οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τοῦτ᾿ ἔστιν ἐν τῇ σαρκί μου, ἀγαθόν· τὸ γὰρ θέλειν παράκειταί μοι, τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὐχ εὑρίσκω· |
[19]For I do not the good thing, which I would, but the evil, which I would not, that do I. |
[19]οὐ γὰρ ὃ θέλω ποιῶ ἀγαθόν, ἀλλ᾿ ὃ οὐ θέλω κακὸν τοῦτο πράσσω. |
[20]Now if I do that I would not, it is no more I that do it, but the sin that dwelleth in me. |
[20]εἰ δὲ ὃ οὐ θέλω ἐγὼ τοῦτο ποιῶ, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό, ἀλλ᾿ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. |
[21]I find then by the Law, that when I would do good, evil is present with me. |
[21]εὑρίσκω ἄρα τὸν νόμον τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ καλόν, ὅτι ἐμοὶ τὸ κακὸν παράκειται· |
[22]For I delight in the Law of God, concerning the inner man: |
[22]συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον, |
[23]But I see another law in my members, rebelling against the law of my mind, and leading me captive unto the law of sin, which is in my members. |
[23]βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου καὶ αἰχμαλωτίζοντά με ἐν τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσί μου. |
[24]O wretched man that I am, who shall deliver me from the body of this death! |
[24]Ταλαίπωρος ἐγὼ ἄνθρωπος! τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; |
[25]I thank God through Jesus Christ our Lord. Then I my self in my mind serve the Law of God, but in my flesh the law of sin. |
[25]εὐχαριστῷ τῷ Θεῷ διὰ ᾿Ιησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. ἄρα οὖν αὐτὸς ἐγὼ τῷ μὲν νοῒ δουλεύω νόμῳ Θεοῦ, τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας. |