«
The Septuagint
LXX
The Geneva Bible (1560)
Geneva
[1]καὶ τῇ νωεμιν ἀνὴρ γνώριμος τῷ ἀνδρὶ αὐτῆς ὁ δὲ ἀνὴρ δυνατὸς ἰσχύι ἐκ τῆς συγγενείας αβιμελεχ καὶ ὄνομα αὐτῷ βοος [1]Then Naomi's husband had a kinsman, one of great power of the family of Elimelech, and his name was Boaz.
[2]καὶ εἶπεν ρουθ ἡ μωαβῖτις πρὸς νωεμιν πορευθῶ δὴ εἰς ἀγρὸν καὶ συνάξω ἐν τοῖς στάχυσιν κατόπισθεν οὗ ἐὰν εὕρω χάριν ἐν ὀφθαλμοῖς αὐτοῦ εἶπεν δὲ αὐτῇ πορεύου θύγατερ [2]And Ruth the Moabitess said unto Naomi, I pray thee, Let me go to the field, and gather ears of corn after him, in whose sight I find favor. And she said unto her, Go my daughter.
[3]καὶ ἐπορεύθη καὶ συνέλεξεν ἐν τῷ ἀγρῷ κατόπισθεν τῶν θεριζόντων καὶ περιέπεσεν περιπτώματι τῇ μερίδι τοῦ ἀγροῦ βοος τοῦ ἐκ συγγενείας αβιμελεχ [3]And she went, and came and gleaned in the field after the reapers, and it came to pass, that she met with the portion of the field of Boaz, who was of the family of Elimelech.
[4]καὶ ἰδοὺ βοος ἦλθεν ἐκ βαιθλεεμ καὶ εἶπεν τοῖς θερίζουσιν κύριος μεθ ὑμῶν καὶ εἶπον αὐτῷ εὐλογήσαι σε κύριος [4]And behold, Boaz came from Beth-lehem, and said unto the reapers, The Lord be with you: and they answered him, The Lord bless thee.
[5]καὶ εἶπεν βοος τῷ παιδαρίῳ αὐτοῦ τῷ ἐφεστῶτι ἐπὶ τοὺς θερίζοντας τίνος ἡ νεᾶνις αὕτη [5]Then said Boaz unto his servant that was appointed over the reapers, Whose maid is this?
[6]καὶ ἀπεκρίθη τὸ παιδάριον τὸ ἐφεστὸς ἐπὶ τοὺς θερίζοντας καὶ εἶπεν ἡ παῖς ἡ μωαβῖτίς ἐστιν ἡ ἀποστραφεῖσα μετὰ νωεμιν ἐξ ἀγροῦ μωαβ [6]And the servant that was appointed over the reapers, answered, and said, It is the Moabitish maid, that came with Naomi out of the country of Moab:
[7]καὶ εἶπεν συλλέξω δὴ καὶ συνάξω ἐν τοῖς δράγμασιν ὄπισθεν τῶν θεριζόντων καὶ ἦλθεν καὶ ἔστη ἀπὸ πρωίθεν καὶ ἕως ἑσπέρας οὐ κατέπαυσεν ἐν τῷ ἀγρῷ μικρόν [7]And she said unto us, I pray you, let me glean and gather after the reapers among the sheaves: so she came, and hath continued from that time in the morning unto now, save that she tarried a little in the house.
[8]καὶ εἶπεν βοος πρὸς ρουθ οὐκ ἤκουσας θύγατερ μὴ πορευθῇς ἐν ἀγρῷ συλλέξαι ἑτέρῳ καὶ σὺ οὐ πορεύσῃ ἐντεῦθεν ὧδε κολλήθητι μετὰ τῶν κορασίων μου [8]Then said Boaz unto Ruth, Hearest thou, my daughter? Go to none other field to gather, neither go from hence: but abide here by my maidens.
[9]οἱ ὀφθαλμοί σου εἰς τὸν ἀγρόν οὗ ἐὰν θερίζωσιν καὶ πορεύσῃ κατόπισθεν αὐτῶν ἰδοὺ ἐνετειλάμην τοῖς παιδαρίοις τοῦ μὴ ἅψασθαί σου καὶ ὅ τι διψήσεις καὶ πορευθήσῃ εἰς τὰ σκεύη καὶ πίεσαι ὅθεν ἂν ὑδρεύωνται τὰ παιδάρια [9]Let thine eyes be on the field that they do reap, and go thou after the maidens. Have I not charged the servants, that they touch thee not? Moreover when thou art a thirst, go unto the vessels, and drink of that which the servants have drawn.
[10]καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτῆς καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν καὶ εἶπεν πρὸς αὐτόν τί ὅτι εὗρον χάριν ἐν ὀφθαλμοῖς σου τοῦ ἐπιγνῶναί με καὶ ἐγώ εἰμι ξένη [10]Then she fell on her face, and bowed herself to the ground, and said unto him, How have I found favor in thine eyes, that thou shouldest know me, seeing I am a stranger?
[11]καὶ ἀπεκρίθη βοος καὶ εἶπεν αὐτῇ ἀπαγγελίᾳ ἀπηγγέλη μοι ὅσα πεποίηκας μετὰ τῆς πενθερᾶς σου μετὰ τὸ ἀποθανεῖν τὸν ἄνδρα σου καὶ πῶς κατέλιπες τὸν πατέρα σου καὶ τὴν μητέρα σου καὶ τὴν γῆν γενέσεώς σου καὶ ἐπορεύθης πρὸς λαὸν ὃν οὐκ ᾔδεις ἐχθὲς καὶ τρίτης [11]And Boaz answered, and said unto her, All is told and showed me that thou hast done unto thy mother in law, since the death of thine husband, and how thou hast left thy father and thy mother, and the land where thou wast born, and art come unto a people which thou knewest not in time past.
[12]ἀποτείσαι κύριος τὴν ἐργασίαν σου καὶ γένοιτο ὁ μισθός σου πλήρης παρὰ κυρίου θεοῦ ισραηλ πρὸς ὃν ἦλθες πεποιθέναι ὑπὸ τὰς πτέρυγας αὐτοῦ [12]The Lord recompense thy work, and a full reward be given thee of the Lord God of Israel, under whose wings thou art come to trust.
[13]ἡ δὲ εἶπεν εὕροιμι χάριν ἐν ὀφθαλμοῖς σου κύριε ὅτι παρεκάλεσάς με καὶ ὅτι ἐλάλησας ἐπὶ καρδίαν τῆς δούλης σου καὶ ἰδοὺ ἐγὼ ἔσομαι ὡς μία τῶν παιδισκῶν σου [13]Then she said, Let me find favor in thy sight, my lord: for thou hast comforted me, and spoken comfortably unto thy maid, though I be not like to one of thy maids.
[14]καὶ εἶπεν αὐτῇ βοος ἤδη ὥρᾳ τοῦ φαγεῖν πρόσελθε ὧδε καὶ φάγεσαι τῶν ἄρτων καὶ βάψεις τὸν ψωμόν σου ἐν τῷ ὄξει καὶ ἐκάθισεν ρουθ ἐκ πλαγίων τῶν θεριζόντων καὶ ἐβούνισεν αὐτῇ βοος ἄλφιτον καὶ ἔφαγεν καὶ ἐνεπλήσθη καὶ κατέλιπεν [14]And Boaz said unto her, At the mealtime come thou hither, and eat of the bread, and dip thy morsel in the vinegar. And she sat beside the reapers, and he reached her parched corn: and she did eat, and was sufficed, and left thereof.
[15]καὶ ἀνέστη τοῦ συλλέγειν καὶ ἐνετείλατο βοος τοῖς παιδαρίοις αὐτοῦ λέγων καί γε ἀνὰ μέσον τῶν δραγμάτων συλλεγέτω καὶ μὴ καταισχύνητε αὐτήν [15]And when she arose to glean, Boaz commanded his servants, saying, Let her gather among the sheaves, and do not rebuke her.
[16]καὶ βαστάζοντες βαστάξατε αὐτῇ καί γε παραβάλλοντες παραβαλεῖτε αὐτῇ ἐκ τῶν βεβουνισμένων καὶ ἄφετε καὶ συλλέξει καὶ οὐκ ἐπιτιμήσετε αὐτῇ [16]Also let fall some of the sheaves for her, and let it lie, that she may gather it up, and rebuke her not.
[17]καὶ συνέλεξεν ἐν τῷ ἀγρῷ ἕως ἑσπέρας καὶ ἐρράβδισεν ἃ συνέλεξεν καὶ ἐγενήθη ὡς οιφι κριθῶν [17]So she gleaned in the field until evening, and she threshed that she had gathered, and it was about an ephah of barley.
[18]καὶ ἦρεν καὶ εἰσῆλθεν εἰς τὴν πόλιν καὶ εἶδεν ἡ πενθερὰ αὐτῆς ἃ συνέλεξεν καὶ ἐξενέγκασα ρουθ ἔδωκεν αὐτῇ ἃ κατέλιπεν ἐξ ὧν ἐνεπλήσθη [18]And she took it up, and went into the city, and her mother in law saw what she had gathered: Also she took forth, and gave to her that which she had reserved, when she was sufficed.
[19]καὶ εἶπεν αὐτῇ ἡ πενθερὰ αὐτῆς ποῦ συνέλεξας σήμερον καὶ ποῦ ἐποίησας εἴη ὁ ἐπιγνούς σε εὐλογημένος καὶ ἀπήγγειλεν ρουθ τῇ πενθερᾷ αὐτῆς ποῦ ἐποίησεν καὶ εἶπεν τὸ ὄνομα τοῦ ἀνδρός μεθ οὗ ἐποίησα σήμερον βοος [19]Then her mother in law said unto her, Where hast thou gleaned today? And where wroughtest thou? Blessed be he, that knew thee. And she showed her mother in law, with whom she had wrought, and said, The man's name, with whom I wrought today, is Boaz.
[20]καὶ εἶπεν νωεμιν τῇ νύμφῃ αὐτῆς εὐλογητός ἐστιν τῷ κυρίῳ ὅτι οὐκ ἐγκατέλιπεν τὸ ἔλεος αὐτοῦ μετὰ τῶν ζώντων καὶ μετὰ τῶν τεθνηκότων καὶ εἶπεν αὐτῇ νωεμιν ἐγγίζει ἡμῖν ὁ ἀνὴρ ἐκ τῶν ἀγχιστευόντων ἡμᾶς ἐστιν [20]And Naomi said unto her daughter in law, Blessed be he of the Lord: for he ceaseth not to do good to the living and to the dead. Again Naomi said unto her, The man is near unto us, and of our affinity.
[21]καὶ εἶπεν ρουθ πρὸς τὴν πενθερὰν αὐτῆς καί γε ὅτι εἶπεν πρός με μετὰ τῶν παιδαρίων μου προσκολλήθητι ἕως ἂν τελέσωσιν ὅλον τὸν ἀμητόν ὃς ὑπάρχει μοι [21]And Ruth the Moabitess said, He said also certainly unto me, Thou shalt be with my servants, until they have ended all mine harvest.
[22]καὶ εἶπεν νωεμιν πρὸς ρουθ τὴν νύμφην αὐτῆς ἀγαθόν θύγατερ ὅτι ἐπορεύθης μετὰ τῶν κορασίων αὐτοῦ καὶ οὐκ ἀπαντήσονταί σοι ἐν ἀγρῷ ἑτέρῳ [22]And Naomi answered unto Ruth her daughter in law, It is best, my daughter, that thou go out with his maids, that they meet thee not in another field.
[23]καὶ προσεκολλήθη ρουθ τοῖς κορασίοις βοος συλλέγειν ἕως οὗ συνετέλεσεν τὸν θερισμὸν τῶν κριθῶν καὶ τῶν πυρῶν καὶ ἐκάθισεν μετὰ τῆς πενθερᾶς αὐτῆς [23]Then she kept her by the maids of Boaz, to gather unto the end of barley harvest, and of wheat harvest, and dwelt with her mother in law.
Source: sacred-texts.org
Source: archive.org
Top