|
[1]κριτὴς σοφὸς παιδεύσει τὸν λαὸν αὐτοῦ καὶ ἡγεμονία συνετοῦ τεταγμένη ἔσται |
[No book] |
[2]κατὰ τὸν κριτὴν τοῦ λαοῦ οὕτως καὶ οἱ λειτουργοὶ αὐτοῦ καὶ κατὰ τὸν ἡγούμενον τῆς πόλεως πάντες οἱ κατοικοῦντες αὐτήν |
[No book] |
[3]βασιλεὺς ἀπαίδευτος ἀπολεῖ τὸν λαὸν αὐτοῦ καὶ πόλις οἰκισθήσεται ἐν συνέσει δυναστῶν |
[No book] |
[4]ἐν χειρὶ κυρίου ἡ ἐξουσία τῆς γῆς καὶ τὸν χρήσιμον ἐγερεῖ εἰς καιρὸν ἐπ αὐτῆς |
[No book] |
[5]ἐν χειρὶ κυρίου εὐοδία ἀνδρός καὶ προσώπῳ γραμματέως ἐπιθήσει δόξαν αὐτοῦ |
[No book] |
[6]ἐπὶ παντὶ ἀδικήματι μὴ μηνιάσῃς τῷ πλησίον καὶ μὴ πρᾶσσε μηδὲν ἐν ἔργοις ὕβρεως |
[No book] |
[7]μισητὴ ἔναντι κυρίου καὶ ἀνθρώπων ὑπερηφανία καὶ ἐξ ἀμφοτέρων πλημμελὴς ἡ ἀδικία |
[No book] |
[8]βασιλεία ἀπὸ ἔθνους εἰς ἔθνος μετάγεται διὰ ἀδικίας καὶ ὕβρεις καὶ χρήματα |
[No book] |
[9]τί ὑπερηφανεύεται γῆ καὶ σποδός ὅτι ἐν ζωῇ ἔρριψα τὰ ἐνδόσθια αὐτοῦ |
[No book] |
[10]μακρὸν ἀρρώστημα σκώπτει ἰατρός καὶ βασιλεὺς σήμερον καὶ αὔριον τελευτήσει |
[No book] |
[11]ἐν γὰρ τῷ ἀποθανεῖν ἄνθρωπον κληρονομήσει ἑρπετὰ καὶ θηρία καὶ σκώληκας |
[No book] |
[12]ἀρχὴ ὑπερηφανίας ἀνθρώπου ἀφίστασθαι ἀπὸ κυρίου καὶ ἀπὸ τοῦ ποιήσαντος αὐτὸν ἀπέστη ἡ καρδία αὐτοῦ |
[No book] |
[13]ὅτι ἀρχὴ ὑπερηφανίας ἁμαρτία καὶ ὁ κρατῶν αὐτῆς ἐξομβρήσει βδέλυγμα διὰ τοῦτο παρεδόξασεν κύριος τὰς ἐπαγωγὰς καὶ κατέστρεψεν εἰς τέλος αὐτούς |
[No book] |
[14]θρόνους ἀρχόντων καθεῖλεν ὁ κύριος καὶ ἐκάθισεν πραεῖς ἀντ αὐτῶν |
[No book] |
[15]ῥίζας ἐθνῶν ἐξέτιλεν ὁ κύριος καὶ ἐφύτευσεν ταπεινοὺς ἀντ αὐτῶν |
[No book] |
[16]χώρας ἐθνῶν κατέστρεψεν ὁ κύριος καὶ ἀπώλεσεν αὐτὰς ἕως θεμελίων γῆς |
[No book] |
[17]ἐξῆρεν ἐξ αὐτῶν καὶ ἀπώλεσεν αὐτοὺς καὶ κατέπαυσεν ἀπὸ γῆς τὸ μνημόσυνον αὐτῶν |
[No book] |
[18]οὐκ ἔκτισται ἀνθρώποις ὑπερηφανία οὐδὲ ὀργὴ θυμοῦ γεννήμασιν γυναικῶν |
[No book] |
[19]σπέρμα ἔντιμον ποῖον σπέρμα ἀνθρώπου σπέρμα ἔντιμον ποῖον οἱ φοβούμενοι τὸν κύριον σπέρμα ἄτιμον ποῖον σπέρμα ἀνθρώπου σπέρμα ἄτιμον ποῖον οἱ παραβαίνοντες ἐντολάς |
[No book] |
[20]ἐν μέσῳ ἀδελφῶν ὁ ἡγούμενος αὐτῶν ἔντιμος καὶ οἱ φοβούμενοι κύριον ἐν ὀφθαλμοῖς αὐτοῦ |
[No book] |
21[No verse] |
[No book] |
[22]πλούσιος καὶ ἔνδοξος καὶ πτωχός τὸ καύχημα αὐτῶν φόβος κυρίου |
[No book] |
[23]οὐ δίκαιον ἀτιμάσαι πτωχὸν συνετόν καὶ οὐ καθήκει δοξάσαι ἄνδρα ἁμαρτωλόν |
[No book] |
[24]μεγιστὰν καὶ κριτὴς καὶ δυνάστης δοξασθήσεται καὶ οὐκ ἔστιν αὐτῶν τις μείζων τοῦ φοβουμένου τὸν κύριον |
[No book] |
[25]οἰκέτῃ σοφῷ ἐλεύθεροι λειτουργήσουσιν καὶ ἀνὴρ ἐπιστήμων οὐ γογγύσει |
[No book] |
[26]μὴ σοφίζου ποιῆσαι τὸ ἔργον σου καὶ μὴ δοξάζου ἐν καιρῷ στενοχωρίας σου |
[No book] |
[27]κρείσσων ἐργαζόμενος καὶ περισσεύων ἐν πᾶσιν ἢ περιπατῶν δοξαζόμενος καὶ ἀπορῶν ἄρτων |
[No book] |
[28]τέκνον ἐν πραΰτητι δόξασον τὴν ψυχήν σου καὶ δὸς αὐτῇ τιμὴν κατὰ τὴν ἀξίαν αὐτῆς |
[No book] |
[29]τὸν ἁμαρτάνοντα εἰς τὴν ψυχὴν αὐτοῦ τίς δικαιώσει καὶ τίς δοξάσει τὸν ἀτιμάζοντα τὴν ζωὴν αὐτοῦ |
[No book] |
[30]πτωχὸς δοξάζεται δι ἐπιστήμην αὐτοῦ καὶ πλούσιος δοξάζεται διὰ τὸν πλοῦτον αὐτοῦ |
[No book] |
[31]ὁ δεδοξασμένος ἐν πτωχείᾳ καὶ ἐν πλούτῳ ποσαχῶς καὶ ὁ ἄδοξος ἐν πλούτῳ καὶ ἐν πτωχείᾳ ποσαχῶς |
[No book] |