|
[1]μακάριος ἀνήρ ὃς οὐκ ὠλίσθησεν ἐν τῷ στόματι αὐτοῦ καὶ οὐ κατενύγη ἐν λύπῃ ἁμαρτιῶν |
[No book] |
[2]μακάριος οὗ οὐ κατέγνω ἡ ψυχὴ αὐτοῦ καὶ ὃς οὐκ ἔπεσεν ἀπὸ τῆς ἐλπίδος αὐτοῦ |
[No book] |
[3]ἀνδρὶ μικρολόγῳ οὐ καλὸς ὁ πλοῦτος καὶ ἀνθρώπῳ βασκάνῳ ἵνα τί χρήματα |
[No book] |
[4]ὁ συνάγων ἀπὸ τῆς ψυχῆς αὐτοῦ συνάγει ἄλλοις καὶ ἐν τοῖς ἀγαθοῖς αὐτοῦ τρυφήσουσιν ἕτεροι |
[No book] |
[5]ὁ πονηρὸς ἑαυτῷ τίνι ἀγαθὸς ἔσται καὶ οὐ μὴ εὐφρανθήσεται ἐν τοῖς χρήμασιν αὐτοῦ |
[No book] |
[6]τοῦ βασκαίνοντος ἑαυτὸν οὐκ ἔστιν πονηρότερος καὶ τοῦτο ἀνταπόδομα τῆς κακίας αὐτοῦ |
[No book] |
[7]κἂν εὖ ποιῇ ἐν λήθῃ ποιεῖ καὶ ἐπ ἐσχάτων ἐκφαίνει τὴν κακίαν αὐτοῦ |
[No book] |
[8]πονηρὸς ὁ βασκαίνων ὀφθαλμῷ ἀποστρέφων πρόσωπον καὶ ὑπερορῶν ψυχάς |
[No book] |
[9]πλεονέκτου ὀφθαλμὸς οὐκ ἐμπίπλαται μερίδι καὶ ἀδικία πονηρὰ ἀναξηραίνει ψυχήν |
[No book] |
[10]ὀφθαλμὸς πονηρὸς φθονερὸς ἐπ ἄρτῳ καὶ ἐλλιπὴς ἐπὶ τῆς τραπέζης αὐτοῦ |
[No book] |
[11]τέκνον καθὼς ἐὰν ἔχῃς εὖ ποίει σεαυτὸν καὶ προσφορὰς κυρίῳ ἀξίως πρόσαγε |
[No book] |
[12]μνήσθητι ὅτι θάνατος οὐ χρονιεῖ καὶ διαθήκη ᾅδου οὐχ ὑπεδείχθη σοι |
[No book] |
[13]πρίν σε τελευτῆσαι εὖ ποίει φίλῳ καὶ κατὰ τὴν ἰσχύν σου ἔκτεινον καὶ δὸς αὐτῷ |
[No book] |
[14]μὴ ἀφυστερήσῃς ἀπὸ ἀγαθῆς ἡμέρας καὶ μερὶς ἐπιθυμίας ἀγαθῆς μή σε παρελθάτω |
[No book] |
[15]οὐχὶ ἑτέρῳ καταλείψεις τοὺς πόνους σου καὶ τοὺς κόπους σου εἰς διαίρεσιν κλήρου |
[No book] |
[16]δὸς καὶ λαβὲ καὶ ἀπάτησον τὴν ψυχήν σου ὅτι οὐκ ἔστιν ἐν ᾅδου ζητῆσαι τρυφήν |
[No book] |
[17]πᾶσα σὰρξ ὡς ἱμάτιον παλαιοῦται ἡ γὰρ διαθήκη ἀπ αἰῶνος θανάτῳ ἀποθανῇ |
[No book] |
[18]ὡς φύλλον θάλλον ἐπὶ δένδρου δασέος τὰ μὲν καταβάλλει ἄλλα δὲ φύει οὕτως γενεὰ σαρκὸς καὶ αἵματος ἡ μὲν τελευτᾷ ἑτέρα δὲ γεννᾶται |
[No book] |
[19]πᾶν ἔργον σηπόμενον ἐκλείπει καὶ ὁ ἐργαζόμενος αὐτὸ μετ αὐτοῦ ἀπελεύσεται |
[No book] |
[20]μακάριος ἀνήρ ὃς ἐν σοφίᾳ μελετήσει καὶ ὃς ἐν συνέσει αὐτοῦ διαλεχθήσεται |
[No book] |
[21]ὁ διανοούμενος τὰς ὁδοὺς αὐτῆς ἐν καρδίᾳ αὐτοῦ καὶ ἐν τοῖς ἀποκρύφοις αὐτῆς ἐννοηθήσεται |
[No book] |
[22]ἔξελθε ὀπίσω αὐτῆς ὡς ἰχνευτὴς καὶ ἐν ταῖς ὁδοῖς αὐτῆς ἐνέδρευε |
[No book] |
[23]ὁ παρακύπτων διὰ τῶν θυρίδων αὐτῆς καὶ ἐπὶ τῶν θυρωμάτων αὐτῆς ἀκροάσεται |
[No book] |
[24]ὁ καταλύων σύνεγγυς τοῦ οἴκου αὐτῆς καὶ πήξει πάσσαλον ἐν τοῖς τοίχοις αὐτῆς |
[No book] |
[25]στήσει τὴν σκηνὴν αὐτοῦ κατὰ χεῖρας αὐτῆς καὶ καταλύσει ἐν καταλύματι ἀγαθῶν |
[No book] |
[26]θήσει τὰ τέκνα αὐτοῦ ἐν τῇ σκέπῃ αὐτῆς καὶ ὑπὸ τοὺς κλάδους αὐτῆς αὐλισθήσεται |
[No book] |
[27]σκεπασθήσεται ὑπ αὐτῆς ἀπὸ καύματος καὶ ἐν τῇ δόξῃ αὐτῆς καταλύσει |
[No book] |