«
The Septuagint
LXX
Jewish Publication Society (1917)
JPS
[1]μὴ ἐπιθύμει τέκνων πλῆθος ἀχρήστων μηδὲ εὐφραίνου ἐπὶ υἱοῖς ἀσεβέσιν [No book]
[2]ἐὰν πληθύνωσιν μὴ εὐφραίνου ἐπ αὐτοῖς εἰ μή ἐστιν φόβος κυρίου μετ αὐτῶν [No book]
[3]μὴ ἐμπιστεύσῃς τῇ ζωῇ αὐτῶν καὶ μὴ ἔπεχε ἐπὶ τὸ πλῆθος αὐτῶν κρείσσων γὰρ εἷς ἢ χίλιοι καὶ ἀποθανεῖν ἄτεκνον ἢ ἔχειν τέκνα ἀσεβῆ [No book]
[4]ἀπὸ γὰρ ἑνὸς συνετοῦ συνοικισθήσεται πόλις φυλὴ δὲ ἀνόμων ἐρημωθήσεται [No book]
[5]πολλὰ τοιαῦτα ἑόρακεν ὁ ὀφθαλμός μου καὶ ἰσχυρότερα τούτων ἀκήκοεν τὸ οὖς μου [No book]
[6]ἐν συναγωγῇ ἁμαρτωλῶν ἐκκαυθήσεται πῦρ καὶ ἐν ἔθνει ἀπειθεῖ ἐξεκαύθη ὀργή [No book]
[7]οὐκ ἐξιλάσατο περὶ τῶν ἀρχαίων γιγάντων οἳ ἀπέστησαν τῇ ἰσχύι αὐτῶν [No book]
[8]οὐκ ἐφείσατο περὶ τῆς παροικίας λωτ οὓς ἐβδελύξατο διὰ τὴν ὑπερηφανίαν αὐτῶν [No book]
[9]οὐκ ἠλέησεν ἔθνος ἀπωλείας τοὺς ἐξηρμένους ἐν ἁμαρτίαις αὐτῶν [No book]
[10]καὶ οὕτως ἑξακοσίας χιλιάδας πεζῶν τοὺς ἐπισυναχθέντας ἐν σκληροκαρδίᾳ αὐτῶν [No book]
[11]κἂν ᾖ εἷς σκληροτράχηλος θαυμαστὸν τοῦτο εἰ ἀθῳωθήσεται ἔλεος γὰρ καὶ ὀργὴ παρ αὐτῷ δυνάστης ἐξιλασμῶν καὶ ἐκχέων ὀργήν [No book]
[12]κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ οὕτως καὶ πολὺς ὁ ἔλεγχος αὐτοῦ ἄνδρα κατὰ τὰ ἔργα αὐτοῦ κρινεῖ [No book]
[13]οὐκ ἐκφεύξεται ἐν ἁρπάγματι ἁμαρτωλός καὶ οὐ μὴ καθυστερήσει ὑπομονὴ εὐσεβοῦς [No book]
[14]πάσῃ ἐλεημοσύνῃ ποιήσει τόπον ἕκαστος κατὰ τὰ ἔργα αὐτοῦ εὑρήσει [No book]
15[No verse] [No book]
16[No verse] [No book]
[17]μὴ εἴπῃς ὅτι ἀπὸ κυρίου κρυβήσομαι καὶ ἐξ ὕψους τίς μου μνησθήσεται ἐν λαῷ πλείονι οὐ μὴ γνωσθῶ τίς γὰρ ἡ ψυχή μου ἐν ἀμετρήτῳ κτίσει [No book]
[18]ἰδοὺ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ ἄβυσσος καὶ γῆ ἐν τῇ ἐπισκοπῇ αὐτοῦ σαλευθήσονται [No book]
[19]ἅμα τὰ ὄρη καὶ τὰ θεμέλια τῆς γῆς ἐν τῷ ἐπιβλέψαι εἰς αὐτὰ τρόμῳ συσσείονται [No book]
[20]καὶ ἐπ αὐτοῖς οὐ διανοηθήσεται καρδία καὶ τὰς ὁδοὺς αὐτοῦ τίς ἐνθυμηθήσεται [No book]
[21]καὶ καταιγίς ἣν οὐκ ὄψεται ἄνθρωπος τὰ δὲ πλείονα τῶν ἔργων αὐτοῦ ἐν ἀποκρύφοις [No book]
[22]ἔργα δικαιοσύνης τίς ἀναγγελεῖ ἢ τίς ὑπομενεῖ μακρὰν γὰρ ἡ διαθήκη [No book]
[23]ἐλαττούμενος καρδίᾳ διανοεῖται ταῦτα καὶ ἀνὴρ ἄφρων καὶ πλανώμενος διανοεῖται μωρά [No book]
[24]ἄκουσόν μου τέκνον καὶ μάθε ἐπιστήμην καὶ ἐπὶ τῶν λόγων μου πρόσεχε τῇ καρδίᾳ σου [No book]
[25]ἐκφανῶ ἐν σταθμῷ παιδείαν καὶ ἐν ἀκριβείᾳ ἀπαγγελῶ ἐπιστήμην [No book]
[26]ἐν κρίσει κυρίου τὰ ἔργα αὐτοῦ ἀπ ἀρχῆς καὶ ἀπὸ ποιήσεως αὐτῶν διέστειλεν μερίδας αὐτῶν [No book]
[27]ἐκόσμησεν εἰς αἰῶνα τὰ ἔργα αὐτοῦ καὶ τὰς ἀρχὰς αὐτῶν εἰς γενεὰς αὐτῶν οὔτε ἐπείνασαν οὔτε ἐκοπίασαν καὶ οὐκ ἐξέλιπον ἀπὸ τῶν ἔργων αὐτῶν [No book]
[28]ἕκαστος τὸν πλησίον αὐτοῦ οὐκ ἐξέθλιψεν καὶ ἕως αἰῶνος οὐκ ἀπειθήσουσιν τοῦ ῥήματος αὐτοῦ [No book]
[29]καὶ μετὰ ταῦτα κύριος εἰς τὴν γῆν ἐπέβλεψεν καὶ ἐνέπλησεν αὐτὴν τῶν ἀγαθῶν αὐτοῦ [No book]
[30]ψυχῇ παντὸς ζῴου ἐκάλυψεν τὸ πρόσωπον αὐτῆς καὶ εἰς αὐτὴν ἡ ἀποστροφὴ αὐτῶν [No book]
Source: sacred-texts.org
Translation: Jewish Publication Society (1917)
See information...
Top