|
[1]κύριος ἔκτισεν ἐκ γῆς ἄνθρωπον καὶ πάλιν ἀπέστρεψεν αὐτὸν εἰς αὐτήν |
[No book] |
[2]ἡμέρας ἀριθμοῦ καὶ καιρὸν ἔδωκεν αὐτοῖς καὶ ἔδωκεν αὐτοῖς ἐξουσίαν τῶν ἐπ αὐτῆς |
[No book] |
[3]καθ ἑαυτὸν ἐνέδυσεν αὐτοὺς ἰσχὺν καὶ κατ εἰκόνα αὐτοῦ ἐποίησεν αὐτούς |
[No book] |
[4]ἔθηκεν τὸν φόβον αὐτοῦ ἐπὶ πάσης σαρκὸς καὶ κατακυριεύειν θηρίων καὶ πετεινῶν |
[No book] |
5[No verse] |
[No book] |
[6]διαβούλιον καὶ γλῶσσαν καὶ ὀφθαλμούς ὦτα καὶ καρδίαν ἔδωκεν διανοεῖσθαι αὐτοῖς |
[No book] |
[7]ἐπιστήμην συνέσεως ἐνέπλησεν αὐτοὺς καὶ ἀγαθὰ καὶ κακὰ ὑπέδειξεν αὐτοῖς |
[No book] |
[8]ἔθηκεν τὸν ὀφθαλμὸν αὐτοῦ ἐπὶ τὰς καρδίας αὐτῶν δεῖξαι αὐτοῖς τὸ μεγαλεῖον τῶν ἔργων αὐτοῦ |
[No book] |
9[No verse] |
[No book] |
[10]καὶ ὄνομα ἁγιασμοῦ αἰνέσουσιν ἵνα διηγῶνται τὰ μεγαλεῖα τῶν ἔργων αὐτοῦ |
[No book] |
[11]προσέθηκεν αὐτοῖς ἐπιστήμην καὶ νόμον ζωῆς ἐκληροδότησεν αὐτοῖς |
[No book] |
[12]διαθήκην αἰῶνος ἔστησεν μετ αὐτῶν καὶ τὰ κρίματα αὐτοῦ ὑπέδειξεν αὐτοῖς |
[No book] |
[13]μεγαλεῖον δόξης εἶδον οἱ ὀφθαλμοὶ αὐτῶν καὶ δόξαν φωνῆς αὐτοῦ ἤκουσεν τὸ οὖς αὐτῶν |
[No book] |
[14]καὶ εἶπεν αὐτοῖς προσέχετε ἀπὸ παντὸς ἀδίκου καὶ ἐνετείλατο αὐτοῖς ἑκάστῳ περὶ τοῦ πλησίον |
[No book] |
[15]αἱ ὁδοὶ αὐτῶν ἐναντίον αὐτοῦ διὰ παντός οὐ κρυβήσονται ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ |
[No book] |
16[No verse] |
[No book] |
[17]ἑκάστῳ ἔθνει κατέστησεν ἡγούμενον καὶ μερὶς κυρίου ισραηλ ἐστίν |
[No book] |
18[No verse] |
[No book] |
[19]ἅπαντα τὰ ἔργα αὐτῶν ὡς ὁ ἥλιος ἐναντίον αὐτοῦ καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐνδελεχεῖς ἐπὶ τὰς ὁδοὺς αὐτῶν |
[No book] |
[20]οὐκ ἐκρύβησαν αἱ ἀδικίαι αὐτῶν ἀπ αὐτοῦ καὶ πᾶσαι αἱ ἁμαρτίαι αὐτῶν ἔναντι κυρίου |
[No book] |
21[No verse] |
[No book] |
[22]ἐλεημοσύνη ἀνδρὸς ὡς σφραγὶς μετ αὐτοῦ καὶ χάριν ἀνθρώπου ὡς κόρην συντηρήσει |
[No book] |
[23]μετὰ ταῦτα ἐξαναστήσεται καὶ ἀνταποδώσει αὐτοῖς καὶ τὸ ἀνταπόδομα αὐτῶν εἰς κεφαλὴν αὐτῶν ἀποδώσει |
[No book] |
[24]πλὴν μετανοοῦσιν ἔδωκεν ἐπάνοδον καὶ παρεκάλεσεν ἐκλείποντας ὑπομονήν |
[No book] |
[25]ἐπίστρεφε ἐπὶ κύριον καὶ ἀπόλειπε ἁμαρτίας δεήθητι κατὰ πρόσωπον καὶ σμίκρυνον πρόσκομμα |
[No book] |
[26]ἐπάναγε ἐπὶ ὕψιστον καὶ ἀπόστρεφε ἀπὸ ἀδικίας καὶ σφόδρα μίσησον βδέλυγμα |
[No book] |
[27]ὑψίστῳ τίς αἰνέσει ἐν ᾅδου ἀντὶ ζώντων καὶ διδόντων ἀνθομολόγησιν |
[No book] |
[28]ἀπὸ νεκροῦ ὡς μηδὲ ὄντος ἀπόλλυται ἐξομολόγησις ζῶν καὶ ὑγιὴς αἰνέσει τὸν κύριον |
[No book] |
[29]ὡς μεγάλη ἡ ἐλεημοσύνη τοῦ κυρίου καὶ ἐξιλασμὸς τοῖς ἐπιστρέφουσιν ἐπ αὐτόν |
[No book] |
[30]οὐ γὰρ δύναται πάντα εἶναι ἐν ἀνθρώποις ὅτι οὐκ ἀθάνατος υἱὸς ἀνθρώπου |
[No book] |
[31]τί φωτεινότερον ἡλίου καὶ τοῦτο ἐκλείπει καὶ πονηρὸν ἐνθυμηθήσεται σὰρξ καὶ αἷμα |
[No book] |
[32]δύναμιν ὕψους οὐρανοῦ αὐτὸς ἐπισκέπτεται καὶ ἄνθρωποι πάντες γῆ καὶ σποδός |
[No book] |