«
The Septuagint
LXX
The Book of Enoch the Prophet (1883)
1Eno(Lau)
[1]τέκνον ἥμαρτες μὴ προσθῇς μηκέτι καὶ περὶ τῶν προτέρων σου δεήθητι [No book]
[2]ὡς ἀπὸ προσώπου ὄφεως φεῦγε ἀπὸ ἁμαρτίας ἐὰν γὰρ προσέλθῃς δήξεταί σε ὀδόντες λέοντος οἱ ὀδόντες αὐτῆς ἀναιροῦντες ψυχὰς ἀνθρώπων [No book]
[3]ὡς ῥομφαία δίστομος πᾶσα ἀνομία τῇ πληγῇ αὐτῆς οὐκ ἔστιν ἴασις [No book]
[4]καταπληγμὸς καὶ ὕβρις ἐρημώσουσιν πλοῦτον οὕτως οἶκος ὑπερηφάνου ἐρημωθήσεται [No book]
[5]δέησις πτωχοῦ ἐκ στόματος ἕως ὠτίων αὐτοῦ καὶ τὸ κρίμα αὐτοῦ κατὰ σπουδὴν ἔρχεται [No book]
[6]μισῶν ἐλεγμὸν ἐν ἴχνει ἁμαρτωλοῦ καὶ ὁ φοβούμενος κύριον ἐπιστρέψει ἐν καρδίᾳ [No book]
[7]γνωστὸς μακρόθεν ὁ δυνατὸς ἐν γλώσσῃ ὁ δὲ νοήμων οἶδεν ἐν τῷ ὀλισθάνειν αὐτόν [No book]
[8]ὁ οἰκοδομῶν τὴν οἰκίαν αὐτοῦ ἐν χρήμασιν ἀλλοτρίοις ὡς συνάγων αὐτοῦ τοὺς λίθους εἰς χειμῶνα [No book]
[9]στιππύον συνηγμένον συναγωγὴ ἀνόμων καὶ ἡ συντέλεια αὐτῶν φλὸξ πυρός [No book]
[10]ὁδὸς ἁμαρτωλῶν ὡμαλισμένη ἐκ λίθων καὶ ἐπ ἐσχάτων αὐτῆς βόθρος ᾅδου [No book]
[11]ὁ φυλάσσων νόμον κατακρατεῖ τοῦ ἐννοήματος αὐτοῦ καὶ συντέλεια τοῦ φόβου κυρίου σοφία [No book]
[12]οὐ παιδευθήσεται ὃς οὐκ ἔστιν πανοῦργος ἔστιν δὲ πανουργία πληθύνουσα πικρίαν [No book]
[13]γνῶσις σοφοῦ ὡς κατακλυσμὸς πληθυνθήσεται καὶ ἡ βουλὴ αὐτοῦ ὡς πηγὴ ζωῆς [No book]
[14]ἔγκατα μωροῦ ὡς ἀγγεῖον συντετριμμένον καὶ πᾶσαν γνῶσιν οὐ κρατήσει [No book]
[15]λόγον σοφὸν ἐὰν ἀκούσῃ ἐπιστήμων αἰνέσει αὐτὸν καὶ ἐπ αὐτὸν προσθήσει ἤκουσεν ὁ σπαταλῶν καὶ ἀπήρεσεν αὐτῷ καὶ ἀπέστρεψεν αὐτὸν ὀπίσω τοῦ νώτου αὐτοῦ [No book]
[16]ἐξήγησις μωροῦ ὡς ἐν ὁδῷ φορτίον ἐπὶ δὲ χείλους συνετοῦ εὑρεθήσεται χάρις [No book]
[17]στόμα φρονίμου ζητηθήσεται ἐν ἐκκλησίᾳ καὶ τοὺς λόγους αὐτοῦ διανοηθήσονται ἐν καρδίᾳ [No book]
[18]ὡς οἶκος ἠφανισμένος οὕτως μωρῷ σοφία καὶ γνῶσις ἀσυνέτου ἀδιεξέταστοι λόγοι [No book]
[19]πέδαι ἐν ποσὶν ἀνοήτου παιδεία καὶ ὡς χειροπέδαι ἐπὶ χειρὸς δεξιᾶς [No book]
[20]μωρὸς ἐν γέλωτι ἀνυψοῖ φωνὴν αὐτοῦ ἀνὴρ δὲ πανοῦργος μόλις ἡσυχῇ μειδιάσει [No book]
[21]ὡς κόσμος χρυσοῦς φρονίμῳ παιδεία καὶ ὡς χλιδὼν ἐπὶ βραχίονι δεξιῷ [No book]
[22]ποὺς μωροῦ ταχὺς εἰς οἰκίαν ἄνθρωπος δὲ πολύπειρος αἰσχυνθήσεται ἀπὸ προσώπου [No book]
[23]ἄφρων ἀπὸ θύρας παρακύπτει εἰς οἰκίαν ἀνὴρ δὲ πεπαιδευμένος ἔξω στήσεται [No book]
[24]ἀπαιδευσία ἀνθρώπου ἀκροᾶσθαι παρὰ θύραν ὁ δὲ φρόνιμος βαρυνθήσεται ἀτιμίᾳ [No book]
[25]χείλη ἀλλοτρίων ἐν τούτοις διηγήσονται λόγοι δὲ φρονίμων ἐν ζυγῷ σταθήσονται [No book]
[26]ἐν στόματι μωρῶν ἡ καρδία αὐτῶν καρδία δὲ σοφῶν στόμα αὐτῶν [No book]
[27]ἐν τῷ καταρᾶσθαι ἀσεβῆ τὸν σατανᾶν αὐτὸς καταρᾶται τὴν ἑαυτοῦ ψυχήν [No book]
[28]μολύνει τὴν ἑαυτοῦ ψυχὴν ὁ ψιθυρίζων καὶ ἐν παροικήσει μισηθήσεται [No book]
Source: sacred-texts.org
Translation: Richard Laurence (1883)
Source: sacred-texts.com
Top