«
The Septuagint
LXX
The Book of Enoch (1917)
1Eno(Cha)
[1]κεναὶ ἐλπίδες καὶ ψευδεῖς ἀσυνέτῳ ἀνδρί καὶ ἐνύπνια ἀναπτεροῦσιν ἄφρονας [No book]
[2]ὡς δρασσόμενος σκιᾶς καὶ διώκων ἄνεμον οὕτως ὁ ἐπέχων ἐνυπνίοις [No book]
[3]τοῦτο κατὰ τούτου ὅρασις ἐνυπνίων κατέναντι προσώπου ὁμοίωμα προσώπου [No book]
[4]ἀπὸ ἀκαθάρτου τί καθαρισθήσεται καὶ ἀπὸ ψευδοῦς τί ἀληθεύσει [No book]
[5]μαντεῖαι καὶ οἰωνισμοὶ καὶ ἐνύπνια μάταιά ἐστιν καὶ ὡς ὠδινούσης φαντάζεται καρδία [No book]
[6]ἐὰν μὴ παρὰ ὑψίστου ἀποσταλῇ ἐν ἐπισκοπῇ μὴ δῷς εἰς αὐτὰ τὴν καρδίαν σου [No book]
[7]πολλοὺς γὰρ ἐπλάνησεν τὰ ἐνύπνια καὶ ἐξέπεσον ἐλπίζοντες ἐπ αὐτοῖς [No book]
[8]ἄνευ ψεύδους συντελεσθήσεται νόμος καὶ σοφία στόματι πιστῷ τελείωσις [No book]
[9]ἀνὴρ πεπλανημένος ἔγνω πολλά καὶ ὁ πολύπειρος ἐκδιηγήσεται σύνεσιν [No book]
[10]ὃς οὐκ ἐπειράθη ὀλίγα οἶδεν ὁ δὲ πεπλανημένος πληθυνεῖ πανουργίαν [No book]
[11]πολλὰ ἑώρακα ἐν τῇ ἀποπλανήσει μου καὶ πλείονα τῶν λόγων μου σύνεσίς μου [No book]
[12]πλεονάκις ἕως θανάτου ἐκινδύνευσα καὶ διεσώθην τούτων χάριν [No book]
[13]πνεῦμα φοβουμένων κύριον ζήσεται ἡ γὰρ ἐλπὶς αὐτῶν ἐπὶ τὸν σῴζοντα αὐτούς [No book]
[14]ὁ φοβούμενος κύριον οὐδὲν εὐλαβηθήσεται καὶ οὐ μὴ δειλιάσῃ ὅτι αὐτὸς ἐλπὶς αὐτοῦ [No book]
[15]φοβουμένου τὸν κύριον μακαρία ἡ ψυχή τίνι ἐπέχει καὶ τίς αὐτοῦ στήριγμα [No book]
[16]οἱ ὀφθαλμοὶ κυρίου ἐπὶ τοὺς ἀγαπῶντας αὐτόν ὑπερασπισμὸς δυναστείας καὶ στήριγμα ἰσχύος σκέπη ἀπὸ καύσωνος καὶ σκέπη ἀπὸ μεσημβρίας φυλακὴ ἀπὸ προσκόμματος καὶ βοήθεια ἀπὸ πτώσεως [No book]
[17]ἀνυψῶν ψυχὴν καὶ φωτίζων ὀφθαλμούς ἴασιν διδούς ζωὴν καὶ εὐλογίαν [No book]
[18]θυσιάζων ἐξ ἀδίκου προσφορὰ μεμωμημένη καὶ οὐκ εἰς εὐδοκίαν δωρήματα ἀνόμων [No book]
[19]οὐκ εὐδοκεῖ ὁ ὕψιστος ἐν προσφοραῖς ἀσεβῶν οὐδὲ ἐν πλήθει θυσιῶν ἐξιλάσκεται ἁμαρτίας [No book]
[20]θύων υἱὸν ἔναντι τοῦ πατρὸς αὐτοῦ ὁ προσάγων θυσίαν ἐκ χρημάτων πενήτων [No book]
[21]ἄρτος ἐπιδεομένων ζωὴ πτωχῶν ὁ ἀποστερῶν αὐτὴν ἄνθρωπος αἱμάτων [No book]
[22]φονεύων τὸν πλησίον ὁ ἀφαιρούμενος ἐμβίωσιν καὶ ἐκχέων αἷμα ὁ ἀποστερῶν μισθὸν μισθίου [No book]
[23]εἷς οἰκοδομῶν καὶ εἷς καθαιρῶν τί ὠφέλησαν πλεῖον ἢ κόπους [No book]
[24]εἷς εὐχόμενος καὶ εἷς καταρώμενος τίνος φωνῆς εἰσακούσεται ὁ δεσπότης [No book]
[25]βαπτιζόμενος ἀπὸ νεκροῦ καὶ πάλιν ἁπτόμενος αὐτοῦ τί ὠφέλησεν ἐν τῷ λουτρῷ αὐτοῦ [No book]
[26]οὕτως ἄνθρωπος νηστεύων ἐπὶ τῶν ἁμαρτιῶν αὐτοῦ καὶ πάλιν πορευόμενος καὶ τὰ αὐτὰ ποιῶν τῆς προσευχῆς αὐτοῦ τίς εἰσακούσεται καὶ τί ὠφέλησεν ἐν τῷ ταπεινωθῆναι αὐτόν [No book]
Legend
[Gg: Text found only in Greek Akhmim]]
[E: Text found only in Ethiopic]]
<Restored text>
[Interpolation or note]
(Editor's addition or note)
Source: sacred-texts.org
Translation: R. H. Charles, D. Litt., D.D. (1917)
Source: sacred-texts.com
Top