|
[1]ἐλέησον ἡμᾶς δέσποτα ὁ θεὸς πάντων καὶ ἐπίβλεψον καὶ ἐπίβαλε τὸν φόβον σου ἐπὶ πάντα τὰ ἔθνη |
[No book] |
[2]ἔπαρον τὴν χεῖρά σου ἐπὶ ἔθνη ἀλλότρια καὶ ἰδέτωσαν τὴν δυναστείαν σου |
[No book] |
[3]ὥσπερ ἐνώπιον αὐτῶν ἡγιάσθης ἐν ἡμῖν οὕτως ἐνώπιον ἡμῶν μεγαλυνθείης ἐν αὐτοῖς |
[No book] |
[4]καὶ ἐπιγνώτωσάν σε καθάπερ καὶ ἡμεῖς ἐπέγνωμεν ὅτι οὐκ ἔστιν θεὸς πλὴν σοῦ κύριε |
[No book] |
[5]ἐγκαίνισον σημεῖα καὶ ἀλλοίωσον θαυμάσια δόξασον χεῖρα καὶ βραχίονα δεξιόν |
[No book] |
[6]ἔγειρον θυμὸν καὶ ἔκχεον ὀργήν ἔξαρον ἀντίδικον καὶ ἔκτριψον ἐχθρόν |
[No book] |
[7]σπεῦσον καιρὸν καὶ μνήσθητι ὁρκισμοῦ καὶ ἐκδιηγησάσθωσαν τὰ μεγαλεῖά σου |
[No book] |
[8]ἐν ὀργῇ πυρὸς καταβρωθήτω ὁ σῳζόμενος καὶ οἱ κακοῦντες τὸν λαόν σου εὕροισαν ἀπώλειαν |
[No book] |
[9]σύντριψον κεφαλὰς ἀρχόντων ἐχθρῶν λεγόντων οὐκ ἔστιν πλὴν ἡμῶν |
[No book] |
[10]συνάγαγε πάσας φυλὰς ιακωβ καὶ κατακληρονόμησον αὐτοὺς καθὼς ἀπ ἀρχῆς |
[No book] |
[11]ἐλέησον λαόν κύριε κεκλημένον ἐπ ὀνόματί σου καὶ ισραηλ ὃν πρωτογόνῳ ὡμοίωσας |
[No book] |
[12]οἰκτίρησον πόλιν ἁγιάσματός σου ιερουσαλημ τόπον καταπαύματός σου |
[No book] |
[13]πλῆσον σιων ἀρεταλογίας σου καὶ ἀπὸ τῆς δόξης σου τὸν λαόν σου |
[No book] |
[14]δὸς μαρτύριον τοῖς ἐν ἀρχῇ κτίσμασίν σου καὶ ἔγειρον προφητείας τὰς ἐπ ὀνόματί σου |
[No book] |
[15]δὸς μισθὸν τοῖς ὑπομένουσίν σε καὶ οἱ προφῆταί σου ἐμπιστευθήτωσαν |
[No book] |
[16]εἰσάκουσον κύριε δεήσεως τῶν ἱκετῶν σου κατὰ τὴν εὐλογίαν ααρων περὶ τοῦ λαοῦ σου |
[No book] |
[17]καὶ γνώσονται πάντες οἱ ἐπὶ τῆς γῆς ὅτι κύριος εἶ ὁ θεὸς τῶν αἰώνων |
[No book] |
[18]πᾶν βρῶμα φάγεται κοιλία ἔστιν δὲ βρῶμα βρώματος κάλλιον |
[No book] |
[19]φάρυγξ γεύεται βρώματα θήρας οὕτως καρδία συνετὴ λόγους ψευδεῖς |
[No book] |
[20]καρδία στρεβλὴ δώσει λύπην καὶ ἄνθρωπος πολύπειρος ἀνταποδώσει αὐτῷ |
[No book] |
[21]πάντα ἄρρενα ἐπιδέξεται γυνή ἔστιν δὲ θυγάτηρ θυγατρὸς κρείσσων |
[No book] |
[22]κάλλος γυναικὸς ἱλαρύνει πρόσωπον καὶ ὑπὲρ πᾶσαν ἐπιθυμίαν ἀνθρώπου ὑπεράγει |
[No book] |
[23]εἰ ἔστιν ἐπὶ γλώσσης αὐτῆς ἔλεος καὶ πραΰτης οὐκ ἔστιν ὁ ἀνὴρ αὐτῆς καθ υἱοὺς ἀνθρώπων |
[No book] |
[24]ὁ κτώμενος γυναῖκα ἐνάρχεται κτήσεως βοηθὸν κατ αὐτὸν καὶ στῦλον ἀναπαύσεως |
[No book] |
[25]οὗ οὐκ ἔστιν φραγμός διαρπαγήσεται κτῆμα καὶ οὗ οὐκ ἔστιν γυνή στενάξει πλανώμενος |
[No book] |
[26]τίς γὰρ πιστεύσει εὐζώνῳ λῃστῇ ἀφαλλομένῳ ἐκ πόλεως εἰς πόλιν |
[No book] |
[27]οὕτως ἀνθρώπῳ μὴ ἔχοντι νοσσιὰν καὶ καταλύοντι οὗ ἐὰν ὀψίσῃ |
[No book] |