|
[1]Παῦλος δοῦλος θεοῦ, ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ κατὰ πίστιν ἐκλεκτῶν θεοῦ καὶ ἐπίγνωσιν ἀληθείας τῆς κατʼ εὐσέβειαν |
[1]Poul, the seruaunt of God, and apostle of Jhesu Crist, bi the feith of the chosun of God, and bi the knowing of the treuthe, |
[2]ἐπʼ ἐλπίδι ζωῆς αἰωνίου, ἣν ἐπηγγείλατο ὁ ἀψευδὴς θεὸς πρὸ χρόνων αἰωνίων |
[2]whiche is aftir pitee, in to the hope of euerlastinge lijf, which lijf God that lieth not, bihiyte bifore tymes of the world; |
[3]ἐφανέρωσεν δὲ καιροῖς ἰδίοις, τὸν λόγον αὐτοῦ ἐν κηρύγματι ὃ ἐπιστεύθην ἐγὼ κατʼ ἐπιταγὴν τοῦ σωτῆρος ἡμῶν θεοῦ, |
[3]but he hath schewid in hise tymes his word in preching, that is bitakun to me bi the comaundement of `God oure sauyour, |
[4]Τίτῳ γνησίῳ τέκνῳ κατὰ κοινὴν πίστιν· χάρις ⸀καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ ⸂Χριστοῦ Ἰησοῦ⸃ τοῦ σωτῆρος ἡμῶν. |
[4]to Tite, most dereworthe sone bi the comyn feith, grace and pees of God the fadir, and of Crist Jhesu, oure sauyour. |
[5]Τούτου χάριν ⸀ἀπέλιπόν σε ἐν Κρήτῃ ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ, καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξάμην, |
[5]For cause of this thing Y lefte thee at Crete, that thou amende tho thingis that failen, and ordeyne preestis bi citees, as also Y disposide to thee. |
[6]εἴ τίς ἐστιν ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνήρ, τέκνα ἔχων πιστά, μὴ ἐν κατηγορίᾳ ἀσωτίας ἢ ἀνυπότακτα. |
[6]If ony man is withoute cryme, an hosebonde of o wijf, and hath feithful sones, not in accusacioun of letcherie, or not suget. |
[7]δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι ὡς θεοῦ οἰκονόμον, μὴ αὐθάδη, μὴ ὀργίλον, μὴ πάροινον, μὴ πλήκτην, μὴ αἰσχροκερδῆ, |
[7]For it bihoueth a bischop to be without cryme, a dispendour of God, not proud, not wrathful, not drunkelew, not smytere, not coueytouse of foul wynnyng; |
[8]ἀλλὰ φιλόξενον, φιλάγαθον, σώφρονα, δίκαιον, ὅσιον, ἐγκρατῆ, |
[8]but holdinge hospitalite, benygne, prudent, sobre, iust, |
[9]ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ἵνα δυνατὸς ᾖ καὶ παρακαλεῖν ἐν τῇ διδασκαλίᾳ τῇ ὑγιαινούσῃ καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν. |
[9]hooli, contynent, takinge that trewe word, that is aftir doctryn; that he be miyti to amoneste in hoolsum techyng, and to repreue hem that ayenseien. |
[10]Εἰσὶν γὰρ πολλοὶ ⸀καὶ ἀνυπότακτοι, ματαιολόγοι καὶ φρεναπάται, μάλιστα οἱ ἐκ ⸀τῆς περιτομῆς, |
[10]For ther ben many vnobedient, and veyn spekeris, and disseyueris, moost thei that ben of circumcisyoun, |
[11]οὓς δεῖ ἐπιστομίζειν, οἵτινες ὅλους οἴκους ἀνατρέπουσιν διδάσκοντες ἃ μὴ δεῖ αἰσχροῦ κέρδους χάριν. |
[11]whiche it bihoueth to be repreued; whiche subuerten alle housis, techinge whiche thingis it bihoueth not, for the loue of foul wynnyng. |
[12]εἶπέν τις ἐξ αὐτῶν, ἴδιος αὐτῶν προφήτης, Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί· |
[12]And oon of hem, her propre profete, seide, Men of Crete ben euere more lyeris, yuele beestis, of slowe wombe. |
[13]ἡ μαρτυρία αὕτη ἐστὶν ἀληθής. διʼ ἣν αἰτίαν ἔλεγχε αὐτοὺς ἀποτόμως, ἵνα ὑγιαίνωσιν ἐν τῇ πίστει, |
[13]This witnessyng is trewe. For what cause blame hem sore, that thei be hool in feith, |
[14]μὴ προσέχοντες Ἰουδαϊκοῖς μύθοις καὶ ἐντολαῖς ἀνθρώπων ἀποστρεφομένων τὴν ἀλήθειαν. |
[14]not yyuynge tent to fablis of Jewis, and to maundementis of men, that turnen awei hem fro treuthe. |
[15]⸀πάντα καθαρὰ τοῖς καθαροῖς· τοῖς δὲ μεμιαμμένοις καὶ ἀπίστοις οὐδὲν καθαρόν, ἀλλὰ μεμίανται αὐτῶν καὶ ὁ νοῦς καὶ ἡ συνείδησις. |
[15]And alle thingis ben clene to clene men; but to vnclene men and to vnfeithful no thing is clene, for the soule and conscience of hem ben maad vnclene. |
[16]θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται, βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι. |
[16]Thei knoulechen that thei knowen God, but bi dedis thei denyen; whanne thei ben abhominable, and vnbileueful, and repreuable to al good werk. |