|
[1]βίβλος λόγων τωβιτ τοῦ τωβιηλ τοῦ ανανιηλ τοῦ αδουηλ τοῦ γαβαηλ ἐκ τοῦ σπέρματος ασιηλ ἐκ τῆς φυλῆς νεφθαλιμ |
[1]βίβλοςN2-NSF λόγοςN2-GPM *τωβιτN--GSM ὁRA-GSM *τωβιηλN--GSM ὁRA-GSM *ἁνανιηλN--GSM ὁRA-GSM *ἀδουηλN--GSM ὁRA-GSM *γαβαηλN--GSM ἐκP ὁRA-GSN σπέρμαN3M-GSN *ἀσιηλN--GSM ἐκP ὁRA-GSF φυλήN1-GSF *νεφθαλιμN--GSF |
[2]ὃς ᾐχμαλωτεύθη ἐν ἡμέραις ενεμεσσαρου τοῦ βασιλέως ἀσσυρίων ἐκ θισβης ἥ ἐστιν ἐκ δεξιῶν κυδιως τῆς νεφθαλιμ ἐν τῇ γαλιλαίᾳ ὑπεράνω ασηρ |
[2]ὅςRR-NSM αἰχμαλωτεύωVCI-API3S ἐνP ἡμέραN1A-DPF *ἐνεμέσσαροςN2-GSM ὁRA-GSM βασιλεύςN3V-GSM *ἀσσύριοςN2-GPM ἐκP *θίσβηN1-GSF ὅςRR-NSF εἰμίV9-PAI3S ἐκP δεξιόςA1A-GPN *κυδιωςN--GS ὁRA-GSF *νεφθαλιμN--GSF ἐνP ὁRA-DSF *γαλιλαίαN1A-DSF ὑπεράνωP *ασηρN--GSM |
[3]ἐγὼ τωβιτ ὁδοῖς ἀληθείας ἐπορευόμην καὶ δικαιοσύνης πάσας τὰς ἡμέρας τῆς ζωῆς μου καὶ ἐλεημοσύνας πολλὰς ἐποίησα τοῖς ἀδελφοῖς μου καὶ τῷ ἔθνει τοῖς συμπορευθεῖσιν μετ ἐμοῦ εἰς χώραν ἀσσυρίων εἰς νινευη |
[3]ἐγώRP-NS *τωβιτN--NSM ὁδόςN2-DPF ἀλήθειαN1A-GSF πορεύομαιV1I-IMI1S καίC δικαιοσύνηN1-GSF πᾶςA1S-APF ὁRA-APF ἡμέραN1A-APF ὁRA-GSF ζωήN1-GSF ἐγώRP-GS καίC ἐλεημοσύνηN1-APF πολύςA1-APF ποιέωVAI-AAI1S ὁRA-DPM ἀδελφόςN2-DPM ἐγώRP-GS καίC ὁRA-DSN ἔθνοςN3E-DSN ὁRA-DPM συνπορεύομαιVC-APPDPM μετάP ἐγώRP-GS εἰςP χώραN1A-ASF *ἀσσύριοςN2-GPM εἰςP *νινευηN--ASF |
[4]καὶ ὅτε ἤμην ἐν τῇ χώρᾳ μου ἐν τῇ γῇ ισραηλ νεωτέρου μου ὄντος πᾶσα φυλὴ τοῦ νεφθαλιμ τοῦ πατρός μου ἀπέστη ἀπὸ τοῦ οἴκου ιεροσολύμων τῆς ἐκλεγείσης ἀπὸ πασῶν τῶν φυλῶν ισραηλ εἰς τὸ θυσιάζειν πάσας τὰς φυλάς καὶ ἡγιάσθη ὁ ναὸς τῆς κατασκηνώσεως τοῦ ὑψίστου καὶ ᾠκοδομήθη εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος |
[4]καίC ὅτεD ἐμόςA1-ASF ἐνP ὁRA-DSF χώραN1A-DSF ἐγώRP-GS ἐνP ὁRA-DSF γῆN1-DSF *ἰσραήλN--GSM νέοςA1A-GSMC ἐγώRP-GS εἰμίV9-PAPGSM πᾶςA1S-NSF φυλήN1-NSF ὁRA-GSM *νεφθαλιμN--GSM ὁRA-GSM πατήρN3-GSM ἐγώRP-GS ἀποἵστημιVHI-AAI3S ἀπόP ὁRA-GSM οἶκοςN2-GSM *ἰερουσαλήμN--GS ὁRA-GSF ἐκλέγωV1-PAPGSF ἀπόP πᾶςA1S-GPF ὁRA-GPF φυλήN1-GPF *ἰσραήλN--GSM εἰςP ὁRA-ASN θυσιάζωV1-PAN πᾶςA1S-APF ὁRA-APF φυλήN1-APF καίC ἁγιάζωVSI-API3S ὁRA-NSM ναόςN2-NSM ὁRA-GSF κατασκήνωσιςN3I-GSF ὁRA-GSM ὕψιστοςA1A-GSM καίC οἰκοδομέωVCI-API3S εἰςP πᾶςA1S-APF ὁRA-APF γενεάN1A-APF ὁRA-GSM αἰώνN3W-GSM |
[5]καὶ πᾶσαι αἱ φυλαὶ αἱ συναποστᾶσαι ἔθυον τῇ βααλ τῇ δαμάλει καὶ ὁ οἶκος νεφθαλιμ τοῦ πατρός μου |
[5]καίC πᾶςA1S-NPF ὁRA-NPF φυλήN1-NPF ὁRA-NPF συν ἀποἵστημιVH-AAPNPF θύωV1I-IAI3P ὁRA-DSF *βααλN--DSF ὁRA-DSF δάμαλιςN3I-DSF καίC ὁRA-NSM οἶκοςN2-NSM *νεφθαλιμN--GSM ὁRA-GSM πατήρN3-GSM ἐγώRP-GS |
[6]κἀγὼ μόνος ἐπορευόμην πλεονάκις εἰς ιεροσόλυμα ἐν ταῖς ἑορταῖς καθὼς γέγραπται παντὶ τῷ ισραηλ ἐν προστάγματι αἰωνίῳ τὰς ἀπαρχὰς καὶ τὰς δεκάτας τῶν γενημάτων καὶ τὰς πρωτοκουρίας ἔχων |
[6]καΐἐγώC+RPNS μόνοςA1-NSM πορεύομαιV1I-IMI1S πλεονάκιςD εἰςP *ἰερουσαλήμN--AS ἐνP ὁRA-DPF ἑορτήN1-DPF καθώςD γράφωVP-XMI3S πᾶςA3-DSM ὁRA-DSM *ἰσραήλN--DSM ἐνP πρόσταγμαN3M-DSN αἰώνιοςA1B-DSN ὁRA-APF ἀπαρχήN1-APF καίC ὁRA-APF δέκατοςA1-APF ὁRA-GPN γένημαN3M-GPN καίC ὁRA-APF πρωτοκουρίαN1A-APF ἔχωV1-PAPNSM |
[7]καὶ ἐδίδουν αὐτὰς τοῖς ἱερεῦσιν τοῖς υἱοῖς ααρων πρὸς τὸ θυσιαστήριον πάντων τῶν γενημάτων τὴν δεκάτην ἐδίδουν τοῖς υἱοῖς λευι τοῖς θεραπεύουσιν ἐν ιερουσαλημ καὶ τὴν δευτέραν δεκάτην ἀπεπρατιζόμην καὶ ἐπορευόμην καὶ ἐδαπάνων αὐτὰ ἐν ιεροσολύμοις καθ ἕκαστον ἐνιαυτόν |
[7]καίC δίδωμιV8I-IMI1S αὐτόςRD-APF ὁRA-DPM ἱερεύςN3V-DPM ὁRA-DPM υἱόςN2-DPM *ἀαρώνN--GSM πρόςP ὁRA-ASN θυσιαστήριονN2N-ASN πᾶςA3-GPN ὁRA-GPN γένημαN3M-GPN ὁRA-ASF δέκατοςA1-ASF δίδωμιV8I-IMI1S ὁRA-DPM υἱόςN2-DPM *λευίN--GSM ὁRA-DPM θεραπεύωV1-PAPDPM ἐνP *ἰερουσαλήμN--NS καίC ὁRA-ASF δεύτεροςA1A-ASF δέκατοςA1-ASF ἀποπρατίζομαιV1I-IMI1S καίC πορεύομαιV1I-IMI1S καίC δαπανάωV3I-IAI3P αὐτόςRD-APN ἐνP *ἰερουσαλήμN--DS κατάP ἕκαστοςA1-ASM ἐνιαυτόςN2-ASM |
[8]καὶ τὴν τρίτην ἐδίδουν οἷς καθήκει καθὼς ἐνετείλατο δεββωρα ἡ μήτηρ τοῦ πατρός μου διότι ὀρφανὸς κατελείφθην ὑπὸ τοῦ πατρός μου |
[8]καίC ὁRA-ASF τρίτοςA1-ASF δίδωμιV8I-IMI1S ὅςRR-DPM καταἥκωV1-PAI3S καθώςD ἐντέλλομαιVAI-AMI3S *δεββωραN--NSF ὁRA-NSF μήτηρN3-NSF ὁRA-GSM πατήρN3-GSM ἐγώRP-GS διότιC ὀρφανόςA1-NSM καταλείπωVVI-API1S ὑπόP ὁRA-GSM πατήρN3-GSM ἐγώRP-GS |
[9]καὶ ὅτε ἐγενόμην ἀνήρ ἔλαβον ανναν γυναῖκα ἐκ τοῦ σπέρματος τῆς πατριᾶς ἡμῶν καὶ ἐγέννησα ἐξ αὐτῆς τωβιαν |
[9]καίC ὅτεD γίγνομαιVBI-AMI1S ἀνήρN3-NSM λαμβάνωVBI-AAI1S *αννανN--ASF γυνήN3K-ASF ἐκP ὁRA-GSN σπέρμαN3M-GSN ὁRA-GSF πάτριοςA1A-GSF ἐγώRP-GP καίC γεννάωVAI-AAI1S ἐκP αὐτόςRD-GSF *τωβείαςN1T-ASM |
[10]καὶ ὅτε ᾐχμαλωτίσθην εἰς νινευη πάντες οἱ ἀδελφοί μου καὶ οἱ ἐκ τοῦ γένους μου ἤσθιον ἐκ τῶν ἄρτων τῶν ἐθνῶν |
[10]καίC ὅτεD αἰχμαλωτίζωVCI-API1S εἰςP *νινευηN--ASF πᾶςA3-NPM ὁRA-NPM ἀδελφόςN2-NPM ἐγώRP-GS καίC ὁRA-NPM ἐκP ὁRA-GSN γένοςN3E-GSN ἐγώRP-GS ἐσθίωV1I-IAI3P ἐκP ὁRA-GPM ἄρτοςN2-GPM ὁRA-GPM ἔθνοςN3E-GPN |
[11]ἐγὼ δὲ συνετήρησα τὴν ψυχήν μου μὴ φαγεῖν |
[11]ἐγώRP-NS δέX συντηρέωVAI-AAI1S ὁRA-ASF ψυχήN1-ASF ἐγώRP-GS μήD ἐσθίωVB-AAN |
[12]καθότι ἐμεμνήμην τοῦ θεοῦ ἐν ὅλῃ τῇ ψυχῇ μου |
[12]καθότιC μιμνήσκωVMI-YMI1S ὁRA-GSM θεόςN2-GSM ἐνP ὅλοςA1-DSF ὁRA-DSF ψυχήN1-DSF ἐγώRP-GS |
[13]καὶ ἔδωκεν ὁ ὕψιστος χάριν καὶ μορφὴν ἐνώπιον ενεμεσσαρου καὶ ἤμην αὐτοῦ ἀγοραστής |
[13]καίC δίδωμιVAI-AAI3S ὁRA-NSM ὕψιστοςA1-NSM χάριςN3-ASF καίC μορφήN1-ASF ἐνώπιονP *ἐνεμέσσαροςN2-GSM καίC ἐμόςA1-ASF αὐτόςRD-GSM ἀγοραστήςN1M-NSM |
[14]καὶ ἐπορευόμην εἰς τὴν μηδίαν καὶ παρεθέμην γαβαήλῳ τῷ ἀδελφῷ γαβρια ἐν ραγοις τῆς μηδίας ἀργυρίου τάλαντα δέκα |
[14]καίC πορεύομαιV1I-IMI1S εἰςP ὁRA-ASF *μηδείαN--ASF καίC παρατίθημιVEI-IAI1S *γαβάηλοςN2-DSM ὁRA-DSM ἀδελφόςN2-DSM *γαβρείN--GSM ἐνP *ῥάγοιN--DS ὁRA-GSF *μηδείαN--GSF ἀργύριονN2N-GSN τάλαντονN2N-APN δέκαM |
[15]καὶ ὅτε ἀπέθανεν ενεμεσσαρος ἐβασίλευσεν σενναχηριμ ὁ υἱὸς αὐτοῦ ἀντ αὐτοῦ καὶ αἱ ὁδοὶ αὐτοῦ ἠκαταστάτησαν καὶ οὐκέτι ἠδυνάσθην πορευθῆναι εἰς τὴν μηδίαν |
[15]καίC ὅτεD ἀποθνήσκωVBI-AAI3S *ἐνεμέσσαροςN2-NSM βασιλεύωVAI-AAI3S *σενναχηριμN--NSM ὁRA-NSM υἱόςN2-NSM αὐτόςRD-GSM ἀντίP αὐτόςRD-GSM καίC ὁRA-NPF ὁδόςN2-NPF αὐτόςRD-GSM ἀκαταστατέωVAI-AAI3P καίC οὐκέτιD δύναμαιVSI-API1S πορεύομαιVC-APN εἰςP ὁRA-ASF *μηδείαN--ASF |
[16]καὶ ἐν ταῖς ἡμέραις ενεμεσσαρου ἐλεημοσύνας πολλὰς ἐποίουν τοῖς ἀδελφοῖς μου |
[16]καίC ἐνP ὁRA-DPF ἡμέραN1A-DPF *ἐνεμέσσαροςN2-GSM ἐλεημοσύνηN1-APF πολύςA1-APF ποιέωV2I-IAI3P ὁRA-DPM ἀδελφόςN2-DPM ἐγώRP-GS |
[17]τοὺς ἄρτους μου ἐδίδουν τοῖς πεινῶσιν καὶ τὰ ἱμάτιά μου τοῖς γυμνοῖς καὶ εἴ τινα ἐκ τοῦ γένους μου ἐθεώρουν τεθνηκότα καὶ ἐρριμμένον ὀπίσω τοῦ τείχους νινευη ἔθαπτον αὐτόν |
[17]ὁRA-APM ἄρτοςN2-APM ἐγώRP-GS δίδωμιV8I-IMI1S ὁRA-DPM πεινάωV3-PAPDPM καίC ὁRA-APN ἱμάτιονN2N-APN ἐγώRP-GS ὁRA-DPM γυμνόςA1-DPM καίC εἰC τιςRI-ASM ἐκP ὁRA-GSN γένοςN3E-GSN ἐγώRP-GS θεωρέωV2I-IAI1S θνήσκωVX-XAPASM καίC ῥίπτωVMI-XMPASM ὀπίσωD ὁRA-GSN τεῖχοςN3E-GSN *νινευηN--GSF θάπτωV1I-IAI1S αὐτόςRD-ASM |
[18]καὶ εἴ τινα ἀπέκτεινεν σενναχηριμ ὁ βασιλεύς ὅτε ἦλθεν φεύγων ἐκ τῆς ιουδαίας ἔθαψα αὐτοὺς κλέπτων πολλοὺς γὰρ ἀπέκτεινεν ἐν τῷ θυμῷ αὐτοῦ καὶ ἐζητήθη ὑπὸ τοῦ βασιλέως τὰ σώματα καὶ οὐχ εὑρέθη |
[18]καίC εἰC τιςRI-ASM ἀποκτείνωVAI-AAI3S *σενναχηριμN--NSM ὁRA-NSM βασιλεύςN3V-NSM ὅτεD ἔρχομαιVBI-AAI3S φεύγωV1-PAPNSM ἐκP ὁRA-GSF *ἰουδαίαN1A-GSF θάπτωVAI-AAI1S αὐτόςRD-APM κλέπτωV1-PAPNSM πολύςA1-APM γάρX ἀποκτείνωVAI-AAI3S ἐνP ὁRA-DSM θυμόςN2-DSM αὐτόςRD-GSM καίC ζητέωVCI-API3S ὑπόP ὁRA-GSM βασιλεύςN3V-GSM ὁRA-NPN σῶμαN3M-NPN καίC οὐD εὑρίσκωVC-API3S |
[19]πορευθεὶς δὲ εἷς τῶν ἐν νινευη ὑπέδειξε τῷ βασιλεῖ περὶ ἐμοῦ ὅτι θάπτω αὐτούς καὶ ἐκρύβην ἐπιγνοὺς δὲ ὅτι ζητοῦμαι ἀποθανεῖν φοβηθεὶς ἀνεχώρησα |
[19]πορεύομαιVC-APPNSM δέX εἷςM--NSM ὁRA-GPM ἐνP *νινευηN--DSF ὑποδεικνύωVAI-AAI3S ὁRA-DSM βασιλεύςN3V-DSM περίP ἐγώRP-GS ὅτιC θάπτωV1-PAI1S αὐτόςRD-APM καίC κρύπτωVDI-API1S ἐπιγιγνώσκωVZ-AAPNSM δέX ὅτιC ζητέωV2-PMI1S ἀποθνήσκωVB-AAN φοβέωVC-APPNSM ἀναχωρέωVAI-AAI1S |
[20]καὶ διηρπάγη πάντα τὰ ὑπάρχοντά μου καὶ οὐ κατελείφθη μοι οὐδὲν πλὴν αννας τῆς γυναικός μου καὶ τωβιου τοῦ υἱοῦ μου |
[20]καίC διαἁρπάζωVDI-API3S πᾶςA3-APN ὁRA-APN ὑποἄρχωV1-PAPAPN ἐγώRP-GS καίC οὐD καταλείπωVVI-API3S ἐγώRP-DS οὐδείςA3-ASN πλήνD *ανναςN--GSF ὁRA-GSF γυνήN3K-GSF ἐγώRP-GS καίC *τωβείαςN1T-GSM ὁRA-GSM υἱόςN2-GSM ἐγώRP-GS |
[21]καὶ οὐ διῆλθον ἡμέραι πεντήκοντα ἕως οὗ ἀπέκτειναν αὐτὸν οἱ δύο υἱοὶ αὐτοῦ καὶ ἔφυγον εἰς τὰ ὄρη αραρατ καὶ ἐβασίλευσεν σαχερδονος ὁ υἱὸς αὐτοῦ ἀντ αὐτοῦ καὶ ἔταξεν αχιαχαρον τὸν αναηλ υἱὸν τοῦ ἀδελφοῦ μου ἐπὶ πᾶσαν τὴν ἐκλογιστίαν τῆς βασιλείας αὐτοῦ καὶ ἐπὶ πᾶσαν τὴν διοίκησιν |
[21]καίC οὐD διαἔρχομαιVBI-AAI3P ἡμέραN1A-NPF πεντήκονταM ἕωςC ὅςRR-GSM ἀποκτείνωVAI-AAI3P αὐτόςRD-ASM ὁRA-NPM δύοM--NDM υἱόςN2-NPM αὐτόςRD-GSM καίC φεύγωVBI-AAI3P εἰςP ὁRA-APN ὄροςN3E-APN *αραρατN--GS καίC βασιλεύωVAI-AAI3S *σαχερδονοςN2-NSM ὁRA-NSM υἱόςN2-NSM αὐτόςRD-GSM ἀντίP αὐτόςRD-GSM καίC τάσσωVAI-AAI3S *αχιαχαροςN2-ASM ὁRA-ASM *ἁναηλN--ASM υἱόςN2-ASM ὁRA-GSM ἀδελφόςN2-GSM ἐγώRP-GS ἐπίP πᾶςA1S-ASF ὁRA-ASF ἐκλογιστίαN1A-ASF ὁRA-GSF βασιλείαN1A-GSF αὐτόςRD-GSM καίC ἐπίP πᾶςA1S-ASF ὁRA-ASF διοίκησιςN3I-ASF |
[22]καὶ ἠξίωσεν αχιαχαρος περὶ ἐμοῦ καὶ ἦλθον εἰς νινευη αχιαχαρος δὲ ἦν ὁ οἰνοχόος καὶ ἐπὶ τοῦ δακτυλίου καὶ διοικητὴς καὶ ἐκλογιστής καὶ κατέστησεν αὐτὸν ὁ σαχερδονος ἐκ δευτέρας ἦν δὲ ἐξάδελφός μου |
[22]καίC ἀξιόωVAI-AAI3S *ἀχιάχαροςN2-NSM περίP ἐγώRP-GS καίC ἔρχομαιVBI-AAI1S εἰςP *νινευηN--ASF *ἀχιάχαροςN2-NSM δέX εἰμίV9-IAI3S ὁRA-NSM οἰνοχόοςN2-NSM καίC ἐπίP ὁRA-GSM δακτύλιοςN2-GSM καίC διοικητήςN1M-NSM καίC ἐκλογιστήςN1M-NSM καίC καταἵστημιVHI-AAI3S αὐτόςRD-ASM ὁRA-NSM *σαχερδονοςN2-NSM ἐκP δεύτεροςA1A-APF εἰμίV9-IAI3S δέX ἐξάδελφοςN2-NSM ἐγώRP-GS |