The Septuagint
LXX
➕
←
Tobit
Tob
9
→
[
1
]
καὶ
ἐκάλεσεν τωβιας τὸν ραφαηλ καὶ εἶπεν αὐτῷ
[
2
]
αζαρια
ἄδελφε λαβὲ μετὰ σεαυτοῦ παῖδα καὶ δύο καμήλους καὶ πορεύθητι ἐν ῥάγοις τῆς μηδίας παρὰ γαβαηλ καὶ κόμισαί μοι τὸ ἀργύριον καὶ αὐτὸν ἄγε εἰς τὸν γάμον
[
3
]
διότι
ὀμώμοκεν ραγουηλ μὴ ἐξελθεῖν με
[
4
]
καὶ
ὁ πατήρ μου ἀριθμεῖ τὰς ἡμέρας καὶ ἐὰν χρονίσω μέγα ὀδυνηθήσεται λίαν
[
5
]
καὶ
ἐπορεύθη ραφαηλ καὶ ηὐλίσθη παρὰ γαβαήλῳ καὶ ἔδωκεν αὐτῷ τὸ χειρόγραφον ὃς δὲ προήνεγκεν τὰ θυλάκια ἐν ταῖς σφραγῖσιν καὶ ἔδωκεν αὐτῷ
[
6
]
καὶ
ὤρθρευσαν κοινῶς καὶ ἤλθοσαν εἰς τὸν γάμον καὶ εὐλόγησεν τωβιας τὴν γυναῖκα αὐτοῦ
Credit
Source:
sacred-texts.org
Top