«
Byzantine GNT Majority Text (2000)
Byz
The Septuagint
LXX
[No book] [1]ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε μάθετε δικασταὶ περάτων γῆς
[No book] [2]ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν
[No book] [3]ὅτι ἐδόθη παρὰ κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ ὑψίστου ὃς ἐξετάσει ὑμῶν τὰ ἔργα καὶ τὰς βουλὰς διερευνήσει
[No book] [4]ὅτι ὑπηρέται ὄντες τῆς αὐτοῦ βασιλείας οὐκ ἐκρίνατε ὀρθῶς οὐδὲ ἐφυλάξατε νόμον οὐδὲ κατὰ τὴν βουλὴν τοῦ θεοῦ ἐπορεύθητε
[No book] [5]φρικτῶς καὶ ταχέως ἐπιστήσεται ὑμῖν ὅτι κρίσις ἀπότομος ἐν τοῖς ὑπερέχουσιν γίνεται
[No book] [6]ὁ γὰρ ἐλάχιστος συγγνωστός ἐστιν ἐλέους δυνατοὶ δὲ δυνατῶς ἐτασθήσονται
[No book] [7]οὐ γὰρ ὑποστελεῖται πρόσωπον ὁ πάντων δεσπότης οὐδὲ ἐντραπήσεται μέγεθος ὅτι μικρὸν καὶ μέγαν αὐτὸς ἐποίησεν ὁμοίως τε προνοεῖ περὶ πάντων
[No book] [8]τοῖς δὲ κραταιοῖς ἰσχυρὰ ἐφίσταται ἔρευνα
[No book] [9]πρὸς ὑμᾶς οὖν ὦ τύραννοι οἱ λόγοι μου ἵνα μάθητε σοφίαν καὶ μὴ παραπέσητε
[No book] [10]οἱ γὰρ φυλάξαντες ὁσίως τὰ ὅσια ὁσιωθήσονται καὶ οἱ διδαχθέντες αὐτὰ εὑρήσουσιν ἀπολογίαν
[No book] [11]ἐπιθυμήσατε οὖν τῶν λόγων μου ποθήσατε καὶ παιδευθήσεσθε
[No book] [12]λαμπρὰ καὶ ἀμάραντός ἐστιν ἡ σοφία καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτὴν καὶ εὑρίσκεται ὑπὸ τῶν ζητούντων αὐτήν
[No book] [13]φθάνει τοὺς ἐπιθυμοῦντας προγνωσθῆναι
[No book] [14]ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει πάρεδρον γὰρ εὑρήσει τῶν πυλῶν αὐτοῦ
[No book] [15]τὸ γὰρ ἐνθυμηθῆναι περὶ αὐτῆς φρονήσεως τελειότης καὶ ὁ ἀγρυπνήσας δι αὐτὴν ταχέως ἀμέριμνος ἔσται
[No book] [16]ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς καὶ ἐν πάσῃ ἐπινοίᾳ ὑπαντᾷ αὐτοῖς
[No book] [17]ἀρχὴ γὰρ αὐτῆς ἡ ἀληθεστάτη παιδείας ἐπιθυμία φροντὶς δὲ παιδείας ἀγάπη
[No book] [18]ἀγάπη δὲ τήρησις νόμων αὐτῆς προσοχὴ δὲ νόμων βεβαίωσις ἀφθαρσίας
[No book] [19]ἀφθαρσία δὲ ἐγγὺς εἶναι ποιεῖ θεοῦ
[No book] [20]ἐπιθυμία ἄρα σοφίας ἀνάγει ἐπὶ βασιλείαν
[No book] [21]εἰ οὖν ἥδεσθε ἐπὶ θρόνοις καὶ σκήπτροις τύραννοι λαῶν τιμήσατε σοφίαν ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε
[No book] [22]τί δέ ἐστιν σοφία καὶ πῶς ἐγένετο ἀπαγγελῶ καὶ οὐκ ἀποκρύψω ὑμῖν μυστήρια ἀλλὰ ἀπ ἀρχῆς γενέσεως ἐξιχνιάσω καὶ θήσω εἰς τὸ ἐμφανὲς τὴν γνῶσιν αὐτῆς καὶ οὐ μὴ παροδεύσω τὴν ἀλήθειαν
[No book] [23]οὔτε μὴν φθόνῳ τετηκότι συνοδεύσω ὅτι οὗτος οὐ κοινωνήσει σοφίᾳ
[No book] [24]πλῆθος δὲ σοφῶν σωτηρία κόσμου καὶ βασιλεὺς φρόνιμος εὐστάθεια δήμου
[No book] [25]ὥστε παιδεύεσθε τοῖς ῥήμασίν μου καὶ ὠφεληθήσεσθε
Author: Maurice A. Robinson, William G. Pierpont
Source: unboundbible.org

See information...
Source: sacred-texts.org
Top