«
Jewish Publication Society (1917)
JPS
The Septuagint
LXX
[1]Ask ye of ‏𐤉𐤇𐤅𐤇‎ rain in the time of the latter rain, even of ‏𐤉𐤇𐤅𐤇‎ that maketh lightnings; and He will give them showers of rain, to every one grass in the field. [1]αἰτεῖσθε ὑετὸν παρὰ κυρίου καθ ὥραν πρόιμον καὶ ὄψιμον κύριος ἐποίησεν φαντασίας καὶ ὑετὸν χειμερινὸν δώσει αὐτοῖς ἑκάστῳ βοτάνην ἐν ἀγρῷ
[2]For the teraphim have spoken vanity, and the diviners have seen a lie, and the dreams speak falsely, they comfort in vain; therefore they go their way like sheep, they are afflicted, because there is no shepherd. [2]διότι οἱ ἀποφθεγγόμενοι ἐλάλησαν κόπους καὶ οἱ μάντεις ὁράσεις ψευδεῖς καὶ τὰ ἐνύπνια ψευδῆ ἐλάλουν μάταια παρεκάλουν διὰ τοῦτο ἐξήρθησαν ὡς πρόβατα καὶ ἐκακώθησαν διότι οὐκ ἦν ἴασις
[3]Mine anger is kindled against the shepherds, and I will punish the he-goats; for ‏𐤉𐤇𐤅𐤇‎ of hosts hath remembered His flock the house of Judah, and maketh them as His majestic horse in the battle. [3]ἐπὶ τοὺς ποιμένας παρωξύνθη ὁ θυμός μου καὶ ἐπὶ τοὺς ἀμνοὺς ἐπισκέψομαι καὶ ἐπισκέψεται κύριος ὁ θεὸς ὁ παντοκράτωρ τὸ ποίμνιον αὐτοῦ τὸν οἶκον ιουδα καὶ τάξει αὐτοὺς ὡς ἵππον εὐπρεπῆ αὐτοῦ ἐν πολέμῳ
[4]Out of them shall come forth the corner-stone, out of them the stake, out of them the battle bow, out of them every master together. [4]καὶ ἐξ αὐτοῦ ἐπέβλεψεν καὶ ἐξ αὐτοῦ ἔταξεν καὶ ἐξ αὐτοῦ τόξον ἐν θυμῷ ἐξ αὐτοῦ ἐξελεύσεται πᾶς ὁ ἐξελαύνων ἐν τῷ αὐτῷ
[5]And they shall be as mighty men, treading down in the mire of the streets in the battle, and they shall fight, because ‏𐤉𐤇𐤅𐤇‎ is with them; and the riders on horses shall be confounded. [5]καὶ ἔσονται ὡς μαχηταὶ πατοῦντες πηλὸν ἐν ταῖς ὁδοῖς ἐν πολέμῳ καὶ παρατάξονται διότι κύριος μετ αὐτῶν καὶ καταισχυνθήσονται ἀναβάται ἵππων
[6]And I will strengthen the house of Judah, and I will save the house of Joseph, and I will bring them back, for I have compassion upon them, and they shall be as though I had not cast them off; for I am ‏𐤉𐤇𐤅𐤇‎ their God, and I will hear them. [6]καὶ κατισχύσω τὸν οἶκον ιουδα καὶ τὸν οἶκον ιωσηφ σώσω καὶ κατοικιῶ αὐτούς ὅτι ἠγάπησα αὐτούς καὶ ἔσονται ὃν τρόπον οὐκ ἀπεστρεψάμην αὐτούς διότι ἐγὼ κύριος ὁ θεὸς αὐτῶν καὶ ἐπακούσομαι αὐτοῖς
[7]And they of Ephraim shall be like a mighty man, and their heart shall rejoice as through wine; yea, their children shall see it, and rejoice, their heart shall be glad in ‏𐤉𐤇𐤅𐤇‎. [7]καὶ ἔσονται ὡς μαχηταὶ τοῦ εφραιμ καὶ χαρήσεται ἡ καρδία αὐτῶν ὡς ἐν οἴνῳ καὶ τὰ τέκνα αὐτῶν ὄψονται καὶ εὐφρανθήσονται καὶ χαρεῖται ἡ καρδία αὐτῶν ἐπὶ τῷ κυρίῳ
[8]I will hiss for them, and gather them, for I have redeemed them; and they shall increase as they have increased. [8]σημανῶ αὐτοῖς καὶ εἰσδέξομαι αὐτούς διότι λυτρώσομαι αὐτούς καὶ πληθυνθήσονται καθότι ἦσαν πολλοί
[9]And I will sow them among the peoples, and they shall remember Me in far countries; and they shall live with their children, and shall return. [9]καὶ σπερῶ αὐτοὺς ἐν λαοῖς καὶ οἱ μακρὰν μνησθήσονταί μου ἐκθρέψουσιν τὰ τέκνα αὐτῶν καὶ ἐπιστρέψουσιν
[10]I will bring them back also out of the land of Egypt, and gather them out of Assyria; and I will bring them into the land of Gilead a Lebanon; and place shall not suffice them. [10]καὶ ἐπιστρέψω αὐτοὺς ἐκ γῆς αἰγύπτου καὶ ἐξ ἀσσυρίων εἰσδέξομαι αὐτοὺς καὶ εἰς τὴν γαλααδῖτιν καὶ εἰς τὸν λίβανον εἰσάξω αὐτούς καὶ οὐ μὴ ὑπολειφθῇ ἐξ αὐτῶν οὐδὲ εἷς
[11]And over the sea affliction shall pass, and the waves shall be smitten in the sea, and all the depths of the Nile shall dry up; and the pride of Assyria shall b brought down, and the sceptre of Egypt shall depart away. [11]καὶ διελεύσονται ἐν θαλάσσῃ στενῇ καὶ πατάξουσιν ἐν θαλάσσῃ κύματα καὶ ξηρανθήσεται πάντα τὰ βάθη ποταμῶν καὶ ἀφαιρεθήσεται πᾶσα ὕβρις ἀσσυρίων καὶ σκῆπτρον αἰγύπτου περιαιρεθήσεται
[12]And I will strengthen them in ‏𐤉𐤇𐤅𐤇‎; and they shall walk up and down in His name, saith ‏𐤉𐤇𐤅𐤇‎. [12]καὶ κατισχύσω αὐτοὺς ἐν κυρίῳ θεῷ αὐτῶν καὶ ἐν τῷ ὀνόματι αὐτοῦ κατακαυχήσονται λέγει κύριος
Translation: Jewish Publication Society (1917)
See information...
Source: sacred-texts.org
Top