«
Jewish Publication Society (1917)
JPS
The Septuagint
LXX
[1]And it came to pass in the fourth year of king Darius, that the word of ‏𐤉𐤇𐤅𐤇‎ came unto Zechariah in the fourth day of the ninth month, even in Chislev; [1]καὶ ἐγένετο ἐν τῷ τετάρτῳ ἔτει ἐπὶ δαρείου τοῦ βασιλέως ἐγένετο λόγος κυρίου πρὸς ζαχαριαν τετράδι τοῦ μηνὸς τοῦ ἐνάτου ὅς ἐστιν χασελευ
[2]When Bethel-sarezer, and Regem-melech and his men, had sent to entreat the favour of ‏𐤉𐤇𐤅𐤇‎, [2]καὶ ἐξαπέστειλεν εἰς βαιθηλ σαρασαρ καὶ αρβεσεερ ὁ βασιλεὺς καὶ οἱ ἄνδρες αὐτοῦ τοῦ ἐξιλάσασθαι τὸν κύριον
[3]And to speak unto the priests of the house of ‏𐤉𐤇𐤅𐤇‎ of hosts, and to the prophets, saying: 'Should I weep in the fifth month, separating myself, as I have done these so many years?' [3]λέγων πρὸς τοὺς ἱερεῖς τοὺς ἐν τῷ οἴκῳ κυρίου παντοκράτορος καὶ πρὸς τοὺς προφήτας λέγων εἰσελήλυθεν ὧδε ἐν τῷ μηνὶ τῷ πέμπτῳ τὸ ἁγίασμα καθότι ἐποίησα ἤδη ἱκανὰ ἔτη
[4]Then came the word of ‏𐤉𐤇𐤅𐤇‎ of hosts unto me, saying: [4]καὶ ἐγένετο λόγος κυρίου τῶν δυνάμεων πρός με λέγων
[5]'Speak unto all the people of the land, and to the priests, saying: When ye fasted and mourned in the fifth and in the seventh month, even these seventy years, did ye at all fast unto Me, even to Me? [5]εἰπὸν πρὸς ἅπαντα τὸν λαὸν τῆς γῆς καὶ πρὸς τοὺς ἱερεῖς λέγων ἐὰν νηστεύσητε ἢ κόψησθε ἐν ταῖς πέμπταις ἢ ἐν ταῖς ἑβδόμαις καὶ ἰδοὺ ἑβδομήκοντα ἔτη μὴ νηστείαν νενηστεύκατέ μοι
[6]And when ye eat, and when ye did drink, are ye not they that eat, and they that drink? [6]καὶ ἐὰν φάγητε ἢ πίητε οὐχ ὑμεῖς ἔσθετε καὶ ὑμεῖς πίνετε
[7]Should ye not hearken to the words which ‏𐤉𐤇𐤅𐤇‎ hath proclaimed by the former prophets, wh Jerusalem was inhabited and in prosperity, and the cities thereof round about her, and the South and the Lowland were inhabited?' [7]οὐχ οὗτοι οἱ λόγοι εἰσίν οὓς ἐλάλησεν κύριος ἐν χερσὶν τῶν προφητῶν τῶν ἔμπροσθεν ὅτε ἦν ιερουσαλημ κατοικουμένη καὶ εὐθηνοῦσα καὶ αἱ πόλεις αὐτῆς κυκλόθεν καὶ ἡ ὀρεινὴ καὶ ἡ πεδινὴ κατῳκεῖτο
[8]And the word of ‏𐤉𐤇𐤅𐤇‎ came unto Zechariah, saying: [8]καὶ ἐγένετο λόγος κυρίου πρὸς ζαχαριαν λέγων
[9]'Thus hath ‏𐤉𐤇𐤅𐤇‎ of hosts spoken, saying: Execute true judgment, and show mercy and compassion every man to his brother; [9]τάδε λέγει κύριος παντοκράτωρ κρίμα δίκαιον κρίνατε καὶ ἔλεος καὶ οἰκτιρμὸν ποιεῖτε ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ
[10]And oppress not the widow, nor the fatherless, the stranger, nor the poor; and let none of you devise evil against his brother in your heart. [10]καὶ χήραν καὶ ὀρφανὸν καὶ προσήλυτον καὶ πένητα μὴ καταδυναστεύετε καὶ κακίαν ἕκαστος τοῦ ἀδελφοῦ αὐτοῦ μὴ μνησικακείτω ἐν ταῖς καρδίαις ὑμῶν
[11]But they refused to attend, and turned stubborn shoulder, and stopped their ears, that they might not hear. [11]καὶ ἠπείθησαν τοῦ προσέχειν καὶ ἔδωκαν νῶτον παραφρονοῦντα καὶ τὰ ὦτα αὐτῶν ἐβάρυναν τοῦ μὴ εἰσακούειν
[12]Yea, they made their hearts as an adamant stone, lest they should hear the law, and the words which ‏𐤉𐤇𐤅𐤇‎ of hosts had sent by His spirit by the hand of the former prophets; therefore came there great wrath from ‏𐤉𐤇𐤅𐤇‎ of hosts. [12]καὶ τὴν καρδίαν αὐτῶν ἔταξαν ἀπειθῆ τοῦ μὴ εἰσακούειν τοῦ νόμου μου καὶ τοὺς λόγους οὓς ἐξαπέστειλεν κύριος παντοκράτωρ ἐν πνεύματι αὐτοῦ ἐν χερσὶν τῶν προφητῶν τῶν ἔμπροσθεν καὶ ἐγένετο ὀργὴ μεγάλη παρὰ κυρίου παντοκράτορος
[13]And it came to pass that, as He called, and they would not hear; so they shall call, and I will not hear, said ‏𐤉𐤇𐤅𐤇‎ of hosts; [13]καὶ ἔσται ὃν τρόπον εἶπεν καὶ οὐκ εἰσήκουσαν αὐτοῦ οὕτως κεκράξονται καὶ οὐ μὴ εἰσακούσω λέγει κύριος παντοκράτωρ
[14]But I will scatter them with a whirlwind among all the nations whom they have not known. Thus the land was desolate after them, so that no man passed through nor returned; for they laid the pleasant land desolate.' [14]καὶ ἐκβαλῶ αὐτοὺς εἰς πάντα τὰ ἔθνη ἃ οὐκ ἔγνωσαν καὶ ἡ γῆ ἀφανισθήσεται κατόπισθεν αὐτῶν ἐκ διοδεύοντος καὶ ἐξ ἀναστρέφοντος καὶ ἔταξαν γῆν ἐκλεκτὴν εἰς ἀφανισμόν
Translation: Jewish Publication Society (1917)
See information...
Source: sacred-texts.org
Top