The Septuagint
LXX
➕
←
1 Esdras
1Es
3
→
[
1
]
καὶ
βασιλεὺς δαρεῖος ἐποίησεν δοχὴν μεγάλην πᾶσιν τοῖς ὑπ αὐτὸν καὶ πᾶσιν τοῖς οἰκογενέσιν αὐτοῦ καὶ πᾶσιν τοῖς μεγιστᾶσιν τῆς μηδίας καὶ τῆς περσίδος
[
2
]
καὶ
πᾶσιν τοῖς σατράπαις καὶ στρατηγοῖς καὶ τοπάρχαις τοῖς ὑπ αὐτὸν ἀπὸ τῆς ἰνδικῆς μέχρι τῆς αἰθιοπίας ἐν ταῖς ἑκατὸν εἴκοσι ἑπτὰ σατραπείαις
[
3
]
καὶ
ἐφάγοσαν καὶ ἐπίοσαν καὶ ἐμπλησθέντες ἀνέλυσαν ὁ δὲ δαρεῖος ὁ βασιλεὺς ἀνέλυσεν εἰς τὸν κοιτῶνα καὶ ἐκοιμήθη καὶ ἔξυπνος ἐγένετο
[
4
]
τότε
οἱ τρεῖς νεανίσκοι οἱ σωματοφύλακες οἱ φυλάσσοντες τὸ σῶμα τοῦ βασιλέως εἶπαν ἕτερος πρὸς τὸν ἕτερον
[
5
]
εἴπωμεν
ἕκαστος ἡμῶν ἕνα λόγον ὃς ὑπερισχύσει καὶ οὗ ἂν φανῇ τὸ ῥῆμα αὐτοῦ σοφώτερον τοῦ ἑτέρου δώσει αὐτῷ δαρεῖος ὁ βασιλεὺς δωρεὰς μεγάλας καὶ ἐπινίκια μεγάλα
[
6
]
καὶ
πορφύραν περιβαλέσθαι καὶ ἐν χρυσώμασιν πίνειν καὶ ἐπὶ χρυσῷ καθεύδειν καὶ ἅρμα χρυσοχάλινον καὶ κίδαριν βυσσίνην καὶ μανιάκην περὶ τὸν τράχηλον
[
7
]
καὶ
δεύτερος καθιεῖται δαρείου διὰ τὴν σοφίαν αὐτοῦ καὶ συγγενὴς δαρείου κληθήσεται
[
8
]
καὶ
τότε γράψαντες ἕκαστος τὸν ἑαυτοῦ λόγον ἐσφραγίσαντο καὶ ἔθηκαν ὑπὸ τὸ προσκεφάλαιον δαρείου τοῦ βασιλέως καὶ εἶπαν
[
9
]
ὅταν
ἐγερθῇ ὁ βασιλεύς δώσουσιν αὐτῷ τὸ γράμμα καὶ ὃν ἂν κρίνῃ ὁ βασιλεὺς καὶ οἱ τρεῖς μεγιστᾶνες τῆς περσίδος ὅτι ὁ λόγος αὐτοῦ σοφώτερος αὐτῷ δοθήσεται τὸ νῖκος καθὼς γέγραπται
[
10
]
ὁ
εἷς ἔγραψεν ὑπερισχύει ὁ οἶνος
[
11
]
ὁ
ἕτερος ἔγραψεν ὑπερισχύει ὁ βασιλεύς
[
12
]
ὁ
τρίτος ἔγραψεν ὑπερισχύουσιν αἱ γυναῖκες ὑπὲρ δὲ πάντα νικᾷ ἡ ἀλήθεια
[
13
]
καὶ
ὅτε ἐξηγέρθη ὁ βασιλεύς λαβόντες τὸ γράμμα ἔδωκαν αὐτῷ καὶ ἀνέγνω
[
14
]
καὶ
ἐξαποστείλας ἐκάλεσεν πάντας τοὺς μεγιστᾶνας τῆς περσίδος καὶ τῆς μηδίας καὶ σατράπας καὶ στρατηγοὺς καὶ τοπάρχας καὶ ὑπάτους καὶ ἐκάθισεν ἐν τῷ χρηματιστηρίῳ καὶ ἀνεγνώσθη τὸ γράμμα ἐνώπιον αὐτῶν
[
15
]
καὶ
εἶπεν καλέσατε τοὺς νεανίσκους καὶ αὐτοὶ δηλώσουσιν τοὺς λόγους αὐτῶν καὶ ἐκλήθησαν καὶ εἰσήλθοσαν
[
16
]
καὶ
εἶπαν αὐτοῖς ἀπαγγείλατε ἡμῖν περὶ τῶν γεγραμμένων
[
17
]
καὶ
ἤρξατο ὁ πρῶτος ὁ εἴπας περὶ τῆς ἰσχύος τοῦ οἴνου καὶ ἔφη οὕτως
[
18
]
ἄνδρες
πῶς ὑπερισχύει ὁ οἶνος πάντας τοὺς ἀνθρώπους τοὺς πίνοντας αὐτὸν πλανᾷ τὴν διάνοιαν
[
19
]
τοῦ
τε βασιλέως καὶ τοῦ ὀρφανοῦ ποιεῖ τὴν διάνοιαν μίαν τήν τε τοῦ οἰκέτου καὶ τὴν τοῦ ἐλευθέρου τήν τε τοῦ πένητος καὶ τὴν τοῦ πλουσίου
[
20
]
καὶ
πᾶσαν διάνοιαν μεταστρέφει εἰς εὐωχίαν καὶ εὐφροσύνην καὶ οὐ μέμνηται πᾶσαν λύπην καὶ πᾶν ὀφείλημα
[
21
]
καὶ
πάσας καρδίας ποιεῖ πλουσίας καὶ οὐ μέμνηται βασιλέα οὐδὲ σατράπην καὶ πάντα διὰ ταλάντων ποιεῖ λαλεῖν
[
22
]
καὶ
οὐ μέμνηται ὅταν πίνωσιν φιλιάζειν φίλοις καὶ ἀδελφοῖς καὶ μετ οὐ πολὺ σπῶνται μαχαίρας
[
23
]
καὶ
ὅταν ἀπὸ τοῦ οἴνου γενηθῶσιν οὐ μέμνηται ἃ ἔπραξαν
[
24
]
ὦ
ἄνδρες οὐχ ὑπερισχύει ὁ οἶνος ὅτι οὕτως ἀναγκάζει ποιεῖν καὶ ἐσίγησεν οὕτως εἴπας
Credit
Source:
sacred-texts.org
Top