|
|
| [1]Ἴδετε ποταπὴν ἀγάπην δέδωκεν ἡμῖν ὁ πατήρ, ἵνα τέκνα θεοῦ κληθῶμεν, καί ἐσμεν. διὰ τοῦτο ὁ κόσμος οὐ γινώσκει ἡμᾶς, ὅτι οὐκ ἔγνω αὐτόν. |
[1]Beholde what loue the father hath shewed on vs, that we shoulde be called the sonnes of god: For this cause the worlde knoweth you not, because it knoweth not hym |
| [2]Ἀγαπητοί, νῦν τέκνα θεοῦ ἐσμεν, καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα· οἴδαμεν ὅτι ἐὰν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα, ὅτι ὀψόμεθα αὐτὸν καθώς ἐστιν. |
[2]Dearely beloued, nowe are we the sonnes of God, and yet it doth not appeare what we shalbe: But we knowe that when he shall appeare, we shalbe lyke hym, for we shall see hym as he is |
| [3]καὶ πᾶς ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἐπ᾽ αὐτῷ ἁγνίζει ἑαυτὸν καθὼς ἐκεῖνος ἁγνός ἐστιν. |
[3]And euery man that hath this hope in hym, purgeth hym selfe, euen as he also is pure |
| [4]πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν καὶ τὴν ἀνομίαν ποιεῖ, καὶ ἡ ἁμαρτία ἐστὶν ἡ ἀνομία. |
[4]Whosoeuer committeth sinne, transgresseth also the lawe: for sinne is the transgression of the lawe |
| [5]καὶ οἴδατε ὅτι ἐκεῖνος ἐφανερώθη ἵνα τὰς ἁμαρτίας ἄρῃ, καὶ ἁμαρτία ἐν αὐτῷ οὐκ ἔστιν. |
[5]And ye know that he appeared to take away our sinnes, & in hym is no sinne |
| [6]πᾶς ὁ ἐν αὐτῷ μένων οὐχ ἁμαρτάνει· πᾶς ὁ ἁμαρτάνων οὐχ ἑώρακεν αὐτὸν οὐδὲ ἔγνωκεν αὐτόν. |
[6]As many as byde in hym, sinne not: whosoeuer sinneth, hath not seene him, neither knowen hym |
| [7]τεκνία, μηδεὶς πλανάτω ὑμᾶς· ὁ ποιῶν τὴν δικαιοσύνην δίκαιός ἐστιν, καθὼς ἐκεῖνος δίκαιός ἐστιν. |
[7]Babes, let no man deceaue you: He that doeth righteousnes, is ryghteous, euen as he is righteous |
| [8]ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν, ὅτι ἀπ᾽ ἀρχῆς ὁ διάβολος ἁμαρτάνει. εἰς τοῦτο ἐφανερώθη ὁ υἱὸς τοῦ θεοῦ, ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου. |
[8]He that committeth sinne, is of the deuyll: for the deuyll sinneth sence the beginning. For this purpose appeared the sonne of God, to loose the workes of the deuyll |
| [9]πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ ἁμαρτίαν οὐ ποιεῖ, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει· καὶ οὐ δύναται ἁμαρτάνειν, ὅτι ἐκ τοῦ θεοῦ γεγέννηται. |
[9]Whosoeuer is borne of God, sinneth not: for his seede remayneth in him, and he can not sinne, because he is borne of God |
| [10]ἐν τούτῳ φανερά ἐστιν τὰ τέκνα τοῦ θεοῦ καὶ τὰ τέκνα τοῦ διαβόλου. πᾶς ὁ μὴ ποιῶν δικαιοσύνην οὐκ ἔστιν ἐκ τοῦ θεοῦ, καὶ ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ· |
[10]In this are ye children of God knowe, and the chyldren of the deuyll: Whosoeuer doth not ryghteousnesse, is not of God, neither he that loueth not his brother |
| [11]ὅτι αὕτη ἐστὶν ἡ ἀγγελία ἣν ἠκούσατε ἀπ᾽ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους· |
[11]For this is the tidynges that ye heard from the begynnyng, that ye shoulde loue one another |
| [12]οὐ καθὼς Κάϊν ἐκ τοῦ πονηροῦ ἦν, καὶ ἔσφαξεν τὸν ἀδελφὸν αὐτοῦ· καὶ χάριν τίνος ἔσφαξεν αὐτόν; ὅτι τὰ ἔργα αὐτοῦ πονηρὰ ἦν, τὰ δὲ τοῦ ἀδελφοῦ αὐτοῦ δίκαια. |
[12]Not as Cain, which was of that wicked, and slewe his brother: And wherfore slewe he hym? Because his owne workes were euyll, and his brothers good |
| [13]Μὴ θαυμάζετε, ἀδελφοί, εἰ μισεῖ ὑμᾶς ὁ κόσμος. |
[13]Maruayle not my brethren though the worlde hate you |
| [14]ἡμεῖς οἴδαμεν ὅτι μεταβεβήκαμεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν, ὅτι ἀγαπῶμεν τοὺς ἀδελφούς· ὁ μὴ ἀγαπῶν μένει ἐν τῷ θανάτῳ. |
[14]We knowe, that we are translated from death vnto lyfe, because we loue the brethren. He that loueth not his brother, abideth in death |
| [15]πᾶς ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ, ἀνθρωποκτόνος ἐστίν· καὶ οἴδατε ὅτι πᾶς ἀνθρωποκτόνος οὐκ ἔχει ζωὴν αἰώνιον ἐν αὐτῷ μένουσαν. |
[15]Whosoeuer hateth his brother, is a manslear: And ye knowe that no manslear, hath eternall life abidyng in hym |
| [16]ἐν τούτῳ ἐγνώκαμεν τὴν ἀγάπην, ὅτι ἐκεῖνος ὑπὲρ ἡμῶν τὴν ψυχὴν αὐτοῦ ἔθηκεν· καὶ ἡμεῖς ὀφείλομεν ὑπὲρ τῶν ἀδελφῶν τὰς ψυχὰς θεῖναι. |
[16]Hereby perceaue we loue, because he layde downe his lyfe for vs, & we ought to lay downe our lyues for the brethren |
| [17]ὃς δ᾽ ἂν ἔχῃ τὸν βίον τοῦ κόσμου, καὶ θεωρῇ τὸν ἀδελφὸν αὐτοῦ χρείαν ἔχοντα καὶ κλείσῃ τὰ σπλάγχνα αὐτοῦ ἀπ᾽ αὐτοῦ, πῶς ἡ ἀγάπη τοῦ θεοῦ μένει ἐν αὐτῷ; |
[17]But who so hath this worldes good, and seeth his brother haue neede, and shutteth vp his compassion from hym: howe dwelleth the loue of God in hym |
| [18]τεκνία, μὴ ἀγαπῶμεν λόγῳ μηδὲ τῇ γλώσσῃ, ἀλλὰ ἐν ἔργῳ καὶ ἀληθείᾳ. |
[18]My babes, let vs not loue in worde, neither in tongue: but in deede and in veritie |
| [19][καὶ] ἐν τούτῳ γνωσόμεθα ὅτι ἐκ τῆς ἀληθείας ἐσμέν, καὶ ἔμπροσθεν αὐτοῦ πείσομεν τὰς καρδίας ἡμῶν· |
[19]Hereby we knowe that we are of the trueth, and shall assure our heartes before hym |
| [20]ὅτι ἐὰν καταγινώσκῃ ἡμῶν ἡ καρδία, ὅτι μείζων ἐστὶν ὁ θεὸς τῆς καρδίας ἡμῶν καὶ γινώσκει πάντα. |
[20]For yf our heart condempne vs, God is greater then our heart, and knoweth all thynges |
| [21]ἀγαπητοί, ἐὰν ἡ καρδία μὴ καταγινώσκῃ ἡμῶν, παῤῥησίαν ἔχομεν πρὸς τὸν θεόν, |
[21]Dearely beloued, yf our heart condempne vs not, then haue we boldnesse towarde God |
| [22]καὶ ὃ ἐὰν αἰτῶμεν λαμβάνομεν ἀπ᾽ αὐτοῦ, ὅτι τὰς ἐντολὰς αὐτοῦ τηροῦμεν καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιοῦμεν. |
[22]And whatsoeuer we aske, we receaue of hym, because we kepe his commaundementes, and do those thynges which are pleasyng in his syght |
| [23]καὶ αὕτη ἐστὶν ἡ ἐντολὴ αὐτοῦ, ἵνα πιστεύωμεν τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ χριστοῦ καὶ ἀγαπῶμεν ἀλλήλους, καθὼς ἔδωκεν ἐντολὴν ἡμῖν. |
[23]And this is his comaundement, that we beleue on the name of his sonne Iesus Christe, and loue one another, as he gaue commaundement |
| [24]καὶ ὁ τηρῶν τὰς ἐντολὰς αὐτοῦ ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν αὐτῷ. καὶ ἐν τούτῳ γινώσκομεν ὅτι μένει ἐν ἡμῖν, ἐκ τοῦ πνεύματος οὗ ἡμῖν ἔδωκεν. |
[24]And he that kepeth his commaundementes, dwelleth in him, and he in him: and hereby we knowe that he abideth in vs, euen by the spirite which he hath geuen vs |