|
|
| [1]Whosoeuer beleueth that Iesus is Christe, is borne of God: And euerie one that loueth him which begat, loueth hym also which is begotten of hym |
[1]Πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ χριστὸς ἐκ τοῦ θεοῦ γεγέννηται, καὶ πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα ἀγαπᾷ [καὶ] τὸν γεγεννημένον ἐξ αὐτοῦ. |
| [2]By this we knowe that we loue the chyldren of God, when we loue God, and kepe his commaundementes |
[2]ἐν τούτῳ γινώσκομεν ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ θεοῦ, ὅταν τὸν θεὸν ἀγαπῶμεν καὶ τὰς ἐντολὰς αὐτοῦ ποιῶμεν. |
| [3]For this is the loue of God, that we kepe his commaundementes, and his commaundementes are not greeuous |
[3]αὕτη γάρ ἐστιν ἡ ἀγάπη τοῦ θεοῦ, ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν· καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν. |
| [4]For all that is borne of God, ouercommeth the worlde. And this is the victorie that ouercommeth ye worlde, [euen] our fayth |
[4]ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ θεοῦ νικᾷ τὸν κόσμον· καὶ αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον, ἡ πίστις ἡμῶν. |
| [5]Who is it that ouercommeth ye worlde, but he which beleueth that Iesus is the sonne of God |
[5]τίς [δέ] ἐστιν ὁ νικῶν τὸν κόσμον, εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ θεοῦ; |
| [6]This Iesus Christe, is he that came by water and blood: not by water only, but by water and blood. And it is the spirite that beareth witnesse, because the spirite is trueth |
[6]οὗτός ἐστιν ὁ ἐλθὼν δι᾽ ὕδατος καὶ αἵματος, Ἰησοῦς χριστός· οὐκ ἐν τῷ ὕδατι μόνον, ἀλλὰ ἐν τῷ ὕδατι καὶ ἐν τῷ αἵματι· καὶ τὸ πνεῦμά ἐστιν τὸ μαρτυροῦν, ὅτι τὸ πνεῦμά ἐστιν ἡ ἀλήθεια· |
| [7]For there are three which beare recorde in heauen, the father, the worde, and the holy ghost, and these three are one |
[7]ὅτι τρεῖς εἰσιν οἱ μαρτυροῦντες |
| [8]And there are three which beare recorde in earth, the spirite, and water, and blood, and these three agree in one |
[8]τὸ πνεῦμα καὶ τὸ ὕδωρ καὶ τὸ αἷμα, καὶ οἱ τρεῖς εἰς τὸ ἕν εἰσιν. |
| [9]If we receaue the witnesse of men, the witnesse of God is greater: For this is the witnesse of God [that is greater] which he testified of his sonne |
[9]εἰ τὴν μαρτυρίαν τῶν ἀνθρώπων λαμβάνομεν, ἡ μαρτυρία τοῦ θεοῦ μείζων ἐστίν, ὅτι αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ θεοῦ, ὅτι μεμαρτύρηκεν περὶ τοῦ υἱοῦ αὐτοῦ. |
| [10]He that beleueth on the sonne of God, hath the witnesse in hym selfe: He that beleueth not God, hath made hym a lyer, because he beleued not the recorde that God gaue of his sonne |
[10]ὁ πιστεύων εἰς τὸν υἱὸν τοῦ θεοῦ ἔχει τὴν μαρτυρίαν ἐν αὐτῷ· ὁ μὴ πιστεύων τῷ θεῷ, ψεύστην πεποίηκεν αὐτόν, ὅτι οὐ πεπίστευκεν εἰς τὴν μαρτυρίαν ἣν μεμαρτύρηκεν ὁ θεὸς περὶ τοῦ υἱοῦ αὐτοῦ. |
| [11]And this is the recorde, how that God hath geuen vnto vs eternall lyfe, and this lyfe, is in his sonne |
[11]καὶ αὕτη ἐστὶν ἡ μαρτυρία ὅτι ζωὴν αἰώνιον ἔδωκεν ἡμῖν ὁ θεός· καὶ αὕτη ἡ ζωὴ ἐν τῷ υἱῷ αὐτοῦ ἐστίν. |
| [12]He that hath the sonne, hath lyfe: and he that hath not the sonne of God, hath not lyfe |
[12]ὁ ἔχων τὸν υἱὸν ἔχει τὴν ζωήν· ὁ μὴ ἔχων τὸν υἱὸν τοῦ θεοῦ τὴν ζωὴν οὐκ ἔχει. |
| [13]These thynges haue I written vnto you that beleue on ye name of the sonne of God, that ye may knowe howe that ye haue eternall lyfe, and that ye may beleue on the name of the sonne of God |
[13]Ταῦτα ἔγραψα ὑμῖν, ἵνα εἰδῆτε ὅτι ζωὴν ἔχετε αἰώνιον, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα τοῦ υἱοῦ τοῦ θεοῦ. |
| [14]And this is the trust that we haue in hym: that yf we aske any thyng accordyng to his wyll, he heareth vs |
[14]καὶ αὕτη ἐστὶν ἡ παῤῥησία ἣν ἔχομεν πρὸς αὐτόν, ὅτι ἐάν τι αἰτώμεθα κατὰ τὸ θέλημα αὐτοῦ, ἀκούει ἡμῶν· |
| [15]And yf we knowe that he heare vs, whatsoeuer we aske: we know that we haue ye petitions that we desire of hym |
[15]καὶ ἐὰν οἴδαμεν ὅτι ἀκούει ἡμῶν ὃ ἂν αἰτώμεθα, οἴδαμεν ὅτι ἔχομεν τὰ αἰτήματα ἃ ᾐτήκαμεν ἀπ᾽ αὐτοῦ. |
| [16]If any man see his brother sinne a sinne not vnto death, let hym aske, and he shal geue him life for them that sinne not vnto death. There is a sinne vnto death: I say not that thou shouldest pray for it |
[16]ἐάν τις ἴδῃ τὸν ἀδελφὸν αὐτοῦ ἁμαρτάνοντα ἁμαρτίαν μὴ πρὸς θάνατον, αἰτήσει, καὶ δώσει αὐτῷ ζωήν, τοῖς ἁμαρτάνουσιν μὴ πρὸς θάνατον. ἔστιν ἁμαρτία πρὸς θάνατον· οὐ περὶ ἐκείνης λέγω ἵνα ἐρωτήσῃ. |
| [17]All vnrighteousnes is sinne: and there is sinne vnto death |
[17]πᾶσα ἀδικία ἁμαρτία ἐστίν, καὶ ἔστιν ἁμαρτία οὐ πρὸς θάνατον. |
| [18]We knowe that whosoeuer is borne of God, sinneth not: but he that is begotten of God, kepeth hym selfe, and that wicked toucheth hym not |
[18]οἴδαμεν ὅτι πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ, οὐχ ἁμαρτάνει· ἀλλὰ ὁ γεννηθεὶς ἐκ τοῦ θεοῦ τηρεῖ αὐτόν, καὶ ὁ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ. |
| [19]We knowe that we are of God, & the whole worlde lieth in wickednesse |
[19]οἴδαμεν ὅτι ἐκ τοῦ θεοῦ ἐσμεν, καὶ ὁ κόσμος ὅλος ἐν τῷ πονηρῷ κεῖται. |
| [20]We knowe that the sonne of God is come, & hath geuen vs a minde to know hym which is true: and we are in hym that is true, through his sonne Iesus Christe. This same is very God, and eternall lyfe |
[20]οἴδαμεν δὲ ὅτι ὁ υἱὸς τοῦ θεοῦ ἥκει, καὶ δέδωκεν ἡμῖν διάνοιαν ἵνα γινώσκομεν τὸν ἀληθινόν, καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ υἱῷ αὐτοῦ Ἰησοῦ χριστῷ. οὗτός ἐστιν ὁ ἀληθινὸς θεὸς καὶ ζωὴ αἰώνιος. |
| [21]Babes kepe your selues from idols. Amen |
[21]Τεκνία, φυλάξατε ἑαυτὰ ἀπὸ τῶν εἰδώλων. |