|
|
| [1]Πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ χριστὸς ἐκ τοῦ θεοῦ γεγέννηται, καὶ πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα ἀγαπᾷ [καὶ] τὸν γεγεννημένον ἐξ αὐτοῦ. |
[1]Ech man that bileueth that Jhesus is Crist, is borun of God; and ech man that loueth hym that gendride, loueth hym that is borun of hym. |
| [2]ἐν τούτῳ γινώσκομεν ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ θεοῦ, ὅταν τὸν θεὸν ἀγαπῶμεν καὶ τὰς ἐντολὰς αὐτοῦ ποιῶμεν. |
[2]In this thing we knowen, that we louen the children of God, whanne we louen God, and don his maundementis. |
| [3]αὕτη γάρ ἐστιν ἡ ἀγάπη τοῦ θεοῦ, ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν· καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν. |
[3]For this is the charite of God, that we kepe hise maundementis; and his maundementis ben not heuy. |
| [4]ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ θεοῦ νικᾷ τὸν κόσμον· καὶ αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον, ἡ πίστις ἡμῶν. |
[4]For al thing that is borun of God, ouercometh the world; and this is the victorie that ouercometh the world, oure feith. |
| [5]τίς [δέ] ἐστιν ὁ νικῶν τὸν κόσμον, εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ θεοῦ; |
[5]And who is he that ouercometh the world, but he that bileueth that Jhesus is the sone of God? |
| [6]οὗτός ἐστιν ὁ ἐλθὼν δι᾽ ὕδατος καὶ αἵματος, Ἰησοῦς χριστός· οὐκ ἐν τῷ ὕδατι μόνον, ἀλλὰ ἐν τῷ ὕδατι καὶ ἐν τῷ αἵματι· καὶ τὸ πνεῦμά ἐστιν τὸ μαρτυροῦν, ὅτι τὸ πνεῦμά ἐστιν ἡ ἀλήθεια· |
[6]This is Jhesus Crist, that cam bi watir and blood; not in water oonli, but in watir and blood. And the spirit is he that witnessith, that Crist is treuthe. |
| [7]ὅτι τρεῖς εἰσιν οἱ μαρτυροῦντες |
[7]For thre ben, that yyuen witnessing in heuene, the Fadir, the Sone, and the Hooli Goost; and these thre ben oon. |
| [8]τὸ πνεῦμα καὶ τὸ ὕδωρ καὶ τὸ αἷμα, καὶ οἱ τρεῖς εἰς τὸ ἕν εἰσιν. |
[8]`And thre ben, that yyuen witnessing in erthe, the spirit, water, and blood; and these thre ben oon. |
| [9]εἰ τὴν μαρτυρίαν τῶν ἀνθρώπων λαμβάνομεν, ἡ μαρτυρία τοῦ θεοῦ μείζων ἐστίν, ὅτι αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ θεοῦ, ὅτι μεμαρτύρηκεν περὶ τοῦ υἱοῦ αὐτοῦ. |
[9]If we resseyuen the witnessing of men, the witnessing of God is more; for this is the witnessing of God, that is more, for he witnesside of his sone. |
| [10]ὁ πιστεύων εἰς τὸν υἱὸν τοῦ θεοῦ ἔχει τὴν μαρτυρίαν ἐν αὐτῷ· ὁ μὴ πιστεύων τῷ θεῷ, ψεύστην πεποίηκεν αὐτόν, ὅτι οὐ πεπίστευκεν εἰς τὴν μαρτυρίαν ἣν μεμαρτύρηκεν ὁ θεὸς περὶ τοῦ υἱοῦ αὐτοῦ. |
[10]He that bileueth in the sone of God, hath the witnessing of God in hym. He that bileueth not to the sone, makith hym a liere; for he bileueth not in the witnessing, that God witnesside of his sone. |
| [11]καὶ αὕτη ἐστὶν ἡ μαρτυρία ὅτι ζωὴν αἰώνιον ἔδωκεν ἡμῖν ὁ θεός· καὶ αὕτη ἡ ζωὴ ἐν τῷ υἱῷ αὐτοῦ ἐστίν. |
[11]And this is the witnessyng, for God yaf to you euerlastinge lijf, and this lijf is in his sone. |
| [12]ὁ ἔχων τὸν υἱὸν ἔχει τὴν ζωήν· ὁ μὴ ἔχων τὸν υἱὸν τοῦ θεοῦ τὴν ζωὴν οὐκ ἔχει. |
[12]He that hath the sone of God, hath also lijf; he that hath not the sone of God, hath not lijf. |
| [13]Ταῦτα ἔγραψα ὑμῖν, ἵνα εἰδῆτε ὅτι ζωὴν ἔχετε αἰώνιον, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα τοῦ υἱοῦ τοῦ θεοῦ. |
[13]I write to you these thingis, that ye wite, that ye han euerlastynge lijf, which bileuen in the name of Goddis sone. |
| [14]καὶ αὕτη ἐστὶν ἡ παῤῥησία ἣν ἔχομεν πρὸς αὐτόν, ὅτι ἐάν τι αἰτώμεθα κατὰ τὸ θέλημα αὐτοῦ, ἀκούει ἡμῶν· |
[14]And this is the trist which we han to God, that what euer thing we axen aftir his wille, he schal here vs. |
| [15]καὶ ἐὰν οἴδαμεν ὅτι ἀκούει ἡμῶν ὃ ἂν αἰτώμεθα, οἴδαμεν ὅτι ἔχομεν τὰ αἰτήματα ἃ ᾐτήκαμεν ἀπ᾽ αὐτοῦ. |
[15]And we witen, that he herith vs, what euer thing we axen; we witen, that we han the axyngis, which we axen of hym. |
| [16]ἐάν τις ἴδῃ τὸν ἀδελφὸν αὐτοῦ ἁμαρτάνοντα ἁμαρτίαν μὴ πρὸς θάνατον, αἰτήσει, καὶ δώσει αὐτῷ ζωήν, τοῖς ἁμαρτάνουσιν μὴ πρὸς θάνατον. ἔστιν ἁμαρτία πρὸς θάνατον· οὐ περὶ ἐκείνης λέγω ἵνα ἐρωτήσῃ. |
[16]He that woot that his brother synneth a synne not to deth, axe he, and lijf schal be youun to hym that synneth not to deth. Ther is a synne to deth; `not for it Y seie, that ony man preie. |
| [17]πᾶσα ἀδικία ἁμαρτία ἐστίν, καὶ ἔστιν ἁμαρτία οὐ πρὸς θάνατον. |
[17]Ech wickidnesse is synne, and ther is synne to deth. |
| [18]οἴδαμεν ὅτι πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ, οὐχ ἁμαρτάνει· ἀλλὰ ὁ γεννηθεὶς ἐκ τοῦ θεοῦ τηρεῖ αὐτόν, καὶ ὁ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ. |
[18]We witen, that ech man that is borun of God, synneth not; but the generacioun of God kepith hym, and the wickid touchith hym not. |
| [19]οἴδαμεν ὅτι ἐκ τοῦ θεοῦ ἐσμεν, καὶ ὁ κόσμος ὅλος ἐν τῷ πονηρῷ κεῖται. |
[19]We witen, that we ben of God, and al the world is set in yuel. |
| [20]οἴδαμεν δὲ ὅτι ὁ υἱὸς τοῦ θεοῦ ἥκει, καὶ δέδωκεν ἡμῖν διάνοιαν ἵνα γινώσκομεν τὸν ἀληθινόν, καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ υἱῷ αὐτοῦ Ἰησοῦ χριστῷ. οὗτός ἐστιν ὁ ἀληθινὸς θεὸς καὶ ζωὴ αἰώνιος. |
[20]And we witen, that the sone of God cam in fleisch, and yaf to vs wit, that we know veri God, and be in the veri sone of hym. |
| [21]Τεκνία, φυλάξατε ἑαυτὰ ἀπὸ τῶν εἰδώλων. |
[21]This is veri God, and euerlastynge lijf. My litle sones, kepe ye you fro maumetis. |