«
Tregelles’ 2nd ed. from Alexandrinus, et al (1879)
Tregelles GNT
Byzantine GNT Majority Text (2000)
Byz
[1]Ἐγένετο δὲ ἐν τῷ τὸν Ἀπολλὼ εἶναι ἐν Κορίνθῳ, Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ἐλθεῖν εἰς Ἔφεσον καὶ εὑρεῖν τινας μαθητάς, [1]εγενετο δε εν τω τον απολλω ειναι εν κορινθω παυλον διελθοντα τα ανωτερικα μερη ελθειν εις εφεσον και ευρων τινας μαθητας
[2]εἶπέν τε πρὸς αὐτούς, Εἰ πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες; οἱ δὲ πρὸς αὐτόν, Ἀλλ̕ οὐδὲ εἰ πνεῦμα ἅγιον ἔστιν, ἠκούσαμεν. [2]ειπεν προς αυτους ει πνευμα αγιον ελαβετε πιστευσαντες οι δε ειπον προς αυτον αλλ ουδε ει πνευμα αγιον εστιν ηκουσαμεν
[3]εἶπέν τε, Εἰς τί οὖν ἐβαπτίσθητε; οἱ δὲ εἶπαν, Εἰς τὸ Ἰωάνου βάπτισμα. [3]ειπεν τε προς αυτους εις τι ουν εβαπτισθητε οι δε ειπον εις το ιωαννου βαπτισμα
[4]εἶπεν δὲ Παῦλος, Ἰωάνης ἐβάπτισεν βάπτισμα μετανοίας, τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετ̕ αὐτὸν ἵνα πιστεύσωσιν, τουτέστιν εἰς τὸν Ἰησοῦν. [4]ειπεν δε παυλος ιωαννης μεν εβαπτισεν βαπτισμα μετανοιας τω λαω λεγων εις τον ερχομενον μετ αυτον ινα πιστευσωσιν τουτ εστιν εις τον χριστον ιησουν
[5]ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ· [5]ακουσαντες δε εβαπτισθησαν εις το ονομα του κυριου ιησου
[6]καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου χεῖρας ἦλθεν τὸ πνεῦμα τὸ ἅγιον ἐπ̕ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ ἐπροφήτευον. [6]και επιθεντος αυτοις του παυλου τας χειρας ηλθεν το πνευμα το αγιον επ αυτους ελαλουν τε γλωσσαις και προεφητευον
[7]ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δώδεκα. [7]ησαν δε οι παντες ανδρες ωσει δεκαδυο
[8]εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαῤῥησιάζετο, ἐπὶ μῆνας τρεῖς, διαλεγόμενος καὶ πείθων περὶ τῆς βασιλείας τοῦ θεοῦ. [8]εισελθων δε εις την συναγωγην επαρρησιαζετο επι μηνας τρεις διαλεγομενος και πειθων τα περι της βασιλειας του θεου
[9]ὡς δέ τινες ἐσκληρύνοντο καὶ ἠπείθουν κακολογοῦντες τὴν ὁδὸν ἐνώπιον τοῦ πλήθους, ἀποστὰς ἀπ̕ αὐτῶν ἀφώρισεν τοὺς μαθητάς, καθ̕ ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ Τυράννου. [9]ως δε τινες εσκληρυνοντο και ηπειθουν κακολογουντες την οδον ενωπιον του πληθους αποστας απ αυτων αφωρισεν τους μαθητας καθ ημεραν διαλεγομενος εν τη σχολη τυραννου τινος
[10]τοῦτο δὲ ἐγένετο ἐπὶ ἔτη δύο, ὥστε πάντας τοὺς κατοικοῦντας τὴν Ἀσίαν ἀκοῦσαι τὸν λόγον τοῦ κυρίου, Ἰουδαίους τε καὶ Ἕλληνας. [10]τουτο δε εγενετο επι ετη δυο ωστε παντας τους κατοικουντας την ασιαν ακουσαι τον λογον του κυριου ιησου ιουδαιους τε και ελληνας
[11]δυνάμεις τε οὐ τὰς τυχούσας ὁ θεὸς ἐποίει διὰ τῶν χειρῶν Παύλου, [11]δυναμεις τε ου τας τυχουσας εποιει ο θεος δια των χειρων παυλου
[12]ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας ἀποφέρεσθαι ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια ἢ σιμικίνθια, καὶ ἀπαλλάσσεσθαι ἀπ̕ αὐτῶν τὰς νόσους τά τε πνεύματα τὰ πονηρὰ ἐκπορεύεσθαι. [12]ωστε και επι τους ασθενουντας επιφερεσθαι απο του χρωτος αυτου σουδαρια η σιμικινθια και απαλλασσεσθαι απ αυτων τας νοσους τα τε πνευματα τα πονηρα εξερχεσθαι απ αυτων
[13]ἐπεχείρησαν δέ τινες καὶ τῶν περιερχομένων Ἰουδαίων ἐξορκιστῶν ὀνομάζειν ἐπὶ τοὺς ἔχοντας τὰ πνεύματα τὰ πονηρὰ τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ, λέγοντες, Ὁρκίζω ὑμᾶς τὸν Ἰησοῦν ὃν Παῦλος κηρύσσει. [13]επεχειρησαν δε τινες απο των περιερχομενων ιουδαιων εξορκιστων ονομαζειν επι τους εχοντας τα πνευματα τα πονηρα το ονομα του κυριου ιησου λεγοντες ορκιζομεν υμας τον ιησουν ον ο παυλος κηρυσσει
[14]ἦσαν δέ τινος Σκευᾶ Ἰουδαίου ἀρχιερέως ἑπτὰ υἱοὶ τοῦτο ποιοῦντες. [14]ησαν δε τινες υιοι σκευα ιουδαιου αρχιερεως επτα οι τουτο ποιουντες
[15]ἀποκριθὲν δὲ τὸ πνεῦμα τὸ πονηρὸν εἶπεν αὐτοῖς, Τὸν Ἰησοῦν γινώσκω, καὶ τὸν Παῦλον ἐπίσταμαι· ὑμεῖς δὲ τίνες ἐστέ; [15]αποκριθεν δε το πνευμα το πονηρον ειπεν τον ιησουν γινωσκω και τον παυλον επισταμαι υμεις δε τινες εστε
[16]καὶ ἐφαλόμενος ὁ ἄνθρωπος ἐπ̕ αὐτούς, ἐν ᾧ ἦν τὸ πνεῦμα τὸ πονηρόν, κατακυριεύσας ἀμφοτέρων, ἴσχυσεν κατ̕ αὐτῶν, ὥστε γυμνοὺς καὶ τετραυματισμένους ἐκφυγεῖν ἐκ τοῦ οἴκου ἐκείνου. [16]και εφαλλομενος επ αυτους ο ανθρωπος εν ω ην το πνευμα το πονηρον και κατακυριευσαν αυτων ισχυσεν κατ αυτων ωστε γυμνους και τετραυματισμενους εκφυγειν εκ του οικου εκεινου
[17]τοῦτο δὲ ἐγένετο γνωστὸν πᾶσιν, Ἰουδαίοις τε καὶ Ἕλλησιν τοῖς κατοικοῦσιν τὴν Ἔφεσον, καὶ ἔπεσεν φόβος ἐπὶ πάντας αὐτούς, καὶ ἐμεγαλύνετο τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ, [17]τουτο δε εγενετο γνωστον πασιν ιουδαιοις τε και ελλησιν τοις κατοικουσιν την εφεσον και επεπεσεν φοβος επι παντας αυτους και εμεγαλυνετο το ονομα του κυριου ιησου
[18]πολλοί τε τῶν πεπιστευκότων ἤρχοντο ἐξομολογούμενοι καὶ ἀναγγέλλοντες τὰς πράξεις αὐτῶν. [18]πολλοι τε των πεπιστευκοτων ηρχοντο εξομολογουμενοι και αναγγελλοντες τας πραξεις αυτων
[19]ἱκανοὶ δὲ τῶν τὰ περίεργα πραξάντων συνενέγκαντες τὰς βίβλους κατέκαιον ἐνώπιον πάντων· καὶ συνεψήφισαν τὰς τιμὰς αὐτῶν καὶ εὗρον ἀργυρίου μυριάδας πέντε. [19]ικανοι δε των τα περιεργα πραξαντων συνενεγκαντες τας βιβλους κατεκαιον ενωπιον παντων και συνεψηφισαν τας τιμας αυτων και ευρον αργυριου μυριαδας πεντε
[20]οὕτως κατὰ κράτος τοῦ κυρίου ὁ λόγος ηὔξανεν καὶ ἴσχυεν. [20]ουτως κατα κρατος ο λογος του κυριου ηυξανεν και ισχυεν
[21]Ὡς δὲ ἐπληρώθη ταῦτα, ἔθετο ὁ Παῦλος ἐν τῷ πνεύματι διελθὼν τὴν Μακεδονίαν καὶ Ἀχαΐαν πορεύεσθαι εἰς Ἱεροσόλυμα, εἰπὼν ὅτι Μετὰ τὸ γενέσθαι με ἐκεῖ, δεῖ με καὶ Ῥώμην ἰδεῖν. [21]ως δε επληρωθη ταυτα εθετο ο παυλος εν τω πνευματι διελθων την μακεδονιαν και αχαιαν πορευεσθαι εις ιερουσαλημ ειπων οτι μετα το γενεσθαι με εκει δει με και ρωμην ιδειν
[22]ἀποστείλας δὲ εἰς τὴν Μακεδονίαν δύο τῶν διακονούντων αὐτῷ, Τιμόθεον καὶ Ἔραστον, αὐτὸς ἐπέσχεν χρόνον εἰς τὴν Ἀσίαν. [22]αποστειλας δε εις την μακεδονιαν δυο των διακονουντων αυτω τιμοθεον και εραστον αυτος επεσχεν χρονον εις την ασιαν
[23]Ἐγένετο δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον τάραχος οὐκ ὀλίγος περὶ τῆς ὁδοῦ· [23]εγενετο δε κατα τον καιρον εκεινον ταραχος ουκ ολιγος περι της οδου
[24]Δημήτριος γάρ τις ὀνόματι, ἀργυροκόπος ποιῶν ναοὺς ἀργυροῦς Ἀρτέμιδος, παρείχετο τοῖς τεχνίταις οὐκ ὀλίγην ἐργασίαν, [24]δημητριος γαρ τις ονοματι αργυροκοπος ποιων ναους αργυρους αρτεμιδος παρειχετο τοις τεχνιταις εργασιαν ουκ ολιγην
[25]οὓς συναθροίσας καὶ τοὺς περὶ τὰ τοιαῦτα ἐργάτας εἶπεν, Ἄνδρες, ἐπίστασθε ὅτι ἐκ ταύτης τῆς ἐργασίας ἡ εὐπορία ἡμῖν ἐστιν, [25]ους συναθροισας και τους περι τα τοιαυτα εργατας ειπεν ανδρες επιστασθε οτι εκ ταυτης της εργασιας η ευπορια ημων εστιν
[26]καὶ θεωρεῖτε καὶ ἀκούετε ὅτι οὐ μόνον Ἐφέσου ἀλλὰ σχεδὸν πάσης τῆς Ἀσίας, ὁ Παῦλος οὗτος πείσας μετέστησεν ἱκανὸν ὄχλον, λέγων ὅτι οὐκ εἰσὶν θεοὶ οἱ διὰ χειρῶν γινόμενοι. [26]και θεωρειτε και ακουετε οτι ου μονον εφεσου αλλα σχεδον πασης της ασιας ο παυλος ουτος πεισας μετεστησεν ικανον οχλον λεγων οτι ουκ εισιν θεοι οι δια χειρων γινομενοι
[27]οὐ μόνον δὲ τοῦτο κινδυνεύει ἡμῖν τὸ μέρος εἰς ἀπελεγμὸν ἐλθεῖν, ἀλλὰ καὶ τὸ τῆς μεγάλης θεᾶς Ἀρτέμιδος ἱερὸν εἰς οὐθὲν λογισθῆναι, μέλλειν τε καὶ καθαιρεῖσθαι τῆς μεγαλειότητος αὐτῆς ἣν ὅλη [ἡ] Ἀσία καὶ ἡ οἰκουμένη σέβεται. [27]ου μονον δε τουτο κινδυνευει ημιν το μερος εις απελεγμον ελθειν αλλα και το της μεγαλης θεας ιερον αρτεμιδος εις ουθεν λογισθηναι μελλειν δε και καθαιρεισθαι την μεγαλειοτητα αυτης ην ολη η ασια και η οικουμενη σεβεται
[28]ἀκούσαντες δὲ καὶ γενόμενοι πλήρεις θυμοῦ ἔκραζον λέγοντες, Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων. [28]ακουσαντες δε και γενομενοι πληρεις θυμου εκραζον λεγοντες μεγαλη η αρτεμις εφεσιων
[29]καὶ ἐπλήσθη ἡ πόλις τῆς συγχύσεως· ὥρμησάν τε ὁμοθυμαδὸν εἰς τὸ θέατρον, συναρπάσαντες Γάϊον καὶ Ἀρίσταρχον Μακεδόνας, συνεκδήμους Παύλου. [29]και επλησθη η πολις ολη της συγχυσεως ωρμησαν τε ομοθυμαδον εις το θεατρον συναρπασαντες γαιον και αρισταρχον μακεδονας συνεκδημους παυλου
[30]Παύλου δὲ βουλομένου εἰσελθεῖν εἰς τὸν δῆμον, οὐκ εἴων αὐτὸν οἱ μαθηταί· [30]του δε παυλου βουλομενου εισελθειν εις τον δημον ουκ ειων αυτον οι μαθηται
[31]τινὲς δὲ καὶ τῶν Ἀσιαρχῶν ὄντες αὐτῷ φίλοι, πέμψαντες πρὸς αὐτὸν παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον. [31]τινες δε και των ασιαρχων οντες αυτω φιλοι πεμψαντες προς αυτον παρεκαλουν μη δουναι εαυτον εις το θεατρον
[32]ἄλλοι μὲν οὖν ἄλλο τι ἔκραζον· ἦν γὰρ ἡ ἐκκλησία συγκεχυμένη, καὶ οἱ πλείους οὐκ ᾔδεισαν τίνος ἕνεκα συνεληλύθεισαν. [32]αλλοι μεν ουν αλλο τι εκραζον ην γαρ η εκκλησια συγκεχυμενη και οι πλειους ουκ ηδεισαν τινος ενεκεν συνεληλυθεισαν
[33]ἐκ δὲ τοῦ ὄχλου συνεβίβασαν Ἀλέξανδρον, προβαλόντων αὐτὸν τῶν Ἰουδαίων· ὁ δὲ Ἀλέξανδρος κατασείσας τὴν χεῖρα ἤθελεν ἀπολογεῖσθαι τῷ δήμῳ. [33]εκ δε του οχλου προεβιβασαν αλεξανδρον προβαλοντων αυτον των ιουδαιων ο δε αλεξανδρος κατασεισας την χειρα ηθελεν απολογεισθαι τω δημω
[34]ἐπιγνόντες δὲ ὅτι Ἰουδαῖός ἐστιν, φωνὴ ἐγένετο μία ἐκ πάντων ὡς ἐπὶ ὥρας δύο κραζόντων, Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων. [34]επιγνοντες δε οτι ιουδαιος εστιν φωνη εγενετο μια εκ παντων ως επι ωρας δυο κραζοντων μεγαλη η αρτεμις εφεσιων
[35]καταστείλας δὲ ὁ γραμματεὺς τὸν ὄχλον φησίν, Ἄνδρες Ἐφέσιοι, τίς γάρ ἐστιν ἀνθρώπων ὃς οὐ γινώσκει τὴν Ἐφεσίων πόλιν νεωκόρον οὖσαν τῆς μεγάλης Ἀρτέμιδος καὶ τοῦ Διοπετοῦς; [35]καταστειλας δε ο γραμματευς τον οχλον φησιν ανδρες εφεσιοι τις γαρ εστιν ανθρωπος ος ου γινωσκει την εφεσιων πολιν νεωκορον ουσαν της μεγαλης θεας αρτεμιδος και του διοπετους
[36]ἀναντιῤῥήτων οὖν ὄντων τούτων, δέον ἐστὶν ὑμᾶς κατεσταλμένους ὑπάρχειν καὶ μηδὲν προπετὲς πράσσειν. [36]αναντιρρητων ουν οντων τουτων δεον εστιν υμας κατεσταλμενους υπαρχειν και μηδεν προπετες πρασσειν
[37]ἠγάγετε γὰρ τοὺς ἄνδρας τούτους οὔτε ἱεροσύλους οὔτε βλασφημοῦντας τὴν θεὸν ἡμῶν. [37]ηγαγετε γαρ τους ανδρας τουτους ουτε ιεροσυλους ουτε βλασφημουντας την θεον υμων
[38]εἰ μὲν οὖν Δημήτριος καὶ οἱ σὺν αὐτῷ τεχνῖται ἔχουσιν πρός τινα λόγον, ἀγοραῖοι ἄγονται καὶ ἀνθύπατοι εἰσίν· ἐγκαλείτωσαν ἀλλήλοις. [38]ει μεν ουν δημητριος και οι συν αυτω τεχνιται εχουσιν προς τινα λογον αγοραιοι αγονται και ανθυπατοι εισιν εγκαλειτωσαν αλληλοις
[39]εἰ δέ τι περαιτέρω ἐπιζητεῖτε, ἐν τῇ ἐννόμῳ ἐκκλησίᾳ ἐπιλυθήσεται. [39]ει δε τι περι ετερων επιζητειτε εν τη εννομω εκκλησια επιλυθησεται
[40]καὶ γὰρ κινδυνεύομεν ἐγκαλεῖσθαι στάσεως περὶ τῆς σήμερον, μηδενὸς αἰτίου ὑπάρχοντος περὶ οὗ οὐ δυνησόμεθα ἀποδοῦναι λόγον περὶ τῆς συστροφῆς ταύτης. [40]και γαρ κινδυνευομεν εγκαλεισθαι στασεως περι της σημερον μηδενος αιτιου υπαρχοντος περι ου ου δυνησομεθα δουναι λογον της συστροφης ταυτης
[41]Καὶ ταῦτα εἰπὼν ἀπέλυσεν τὴν ἐκκλησίαν. [41]και ταυτα ειπων απελυσεν την εκκλησιαν
Author: Samuel Prideaux Tregelles, LL. D. (1813–1875)
Source: www.hagiascriptura.com

See information...
Author: Maurice A. Robinson, William G. Pierpont
Source: unboundbible.org

See information...
Top