The Septuagint
LXX
➕
←
Deuteronomy
Deu
33
→
[
1
]
καὶ
αὕτη ἡ εὐλογία ἣν εὐλόγησεν μωυσῆς ἄνθρωπος τοῦ θεοῦ τοὺς υἱοὺς ισραηλ πρὸ τῆς τελευτῆς αὐτοῦ
[
2
]
καὶ
εἶπεν κύριος ἐκ σινα ἥκει καὶ ἐπέφανεν ἐκ σηιρ ἡμῖν καὶ κατέσπευσεν ἐξ ὄρους φαραν σὺν μυριάσιν καδης ἐκ δεξιῶν αὐτοῦ ἄγγελοι μετ αὐτοῦ
[
3
]
καὶ
ἐφείσατο τοῦ λαοῦ αὐτοῦ καὶ πάντες οἱ ἡγιασμένοι ὑπὸ τὰς χεῖράς σου καὶ οὗτοι ὑπὸ σέ εἰσιν καὶ ἐδέξατο ἀπὸ τῶν λόγων αὐτοῦ
[
4
]
νόμον
ὃν ἐνετείλατο ἡμῖν μωυσῆς κληρονομίαν συναγωγαῖς ιακωβ
[
5
]
καὶ
ἔσται ἐν τῷ ἠγαπημένῳ ἄρχων συναχθέντων ἀρχόντων λαῶν ἅμα φυλαῖς ισραηλ
[
6
]
ζήτω
ρουβην καὶ μὴ ἀποθανέτω καὶ ἔστω πολὺς ἐν ἀριθμῷ
[
7
]
καὶ
αὕτη ιουδα εἰσάκουσον κύριε φωνῆς ιουδα καὶ εἰς τὸν λαὸν αὐτοῦ εἰσέλθοισαν αἱ χεῖρες αὐτοῦ διακρινοῦσιν αὐτῷ καὶ βοηθὸς ἐκ τῶν ἐχθρῶν αὐτοῦ ἔσῃ
[
8
]
καὶ
τῷ λευι εἶπεν δότε λευι δήλους αὐτοῦ καὶ ἀλήθειαν αὐτοῦ τῷ ἀνδρὶ τῷ ὁσίῳ ὃν ἐπείρασαν αὐτὸν ἐν πείρᾳ ἐλοιδόρησαν αὐτὸν ἐπὶ ὕδατος ἀντιλογίας
[
9
]
ὁ
λέγων τῷ πατρὶ καὶ τῇ μητρί οὐχ ἑόρακά σε καὶ τοὺς ἀδελφοὺς αὐτοῦ οὐκ ἐπέγνω καὶ τοὺς υἱοὺς αὐτοῦ ἀπέγνω ἐφύλαξεν τὰ λόγιά σου καὶ τὴν διαθήκην σου διετήρησεν
[
10
]
δηλώσουσιν
τὰ δικαιώματά σου τῷ ιακωβ καὶ τὸν νόμον σου τῷ ισραηλ ἐπιθήσουσιν θυμίαμα ἐν ὀργῇ σου διὰ παντὸς ἐπὶ τὸ θυσιαστήριόν σου
[
11
]
εὐλόγησον
κύριε τὴν ἰσχὺν αὐτοῦ καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ δέξαι κάταξον ὀσφὺν ἐχθρῶν ἐπανεστηκότων αὐτῷ καὶ οἱ μισοῦντες αὐτὸν μὴ ἀναστήτωσαν
[
12
]
καὶ
τῷ βενιαμιν εἶπεν ἠγαπημένος ὑπὸ κυρίου κατασκηνώσει πεποιθώς καὶ ὁ θεὸς σκιάζει ἐπ αὐτῷ πάσας τὰς ἡμέρας καὶ ἀνὰ μέσον τῶν ὤμων αὐτοῦ κατέπαυσεν
[
13
]
καὶ
τῷ ιωσηφ εἶπεν ἀπ εὐλογίας κυρίου ἡ γῆ αὐτοῦ ἀπὸ ὡρῶν οὐρανοῦ καὶ δρόσου καὶ ἀπὸ ἀβύσσων πηγῶν κάτωθεν
[
14
]
καὶ
καθ ὥραν γενημάτων ἡλίου τροπῶν καὶ ἀπὸ συνόδων μηνῶν
[
15
]
καὶ
ἀπὸ κορυφῆς ὀρέων ἀρχῆς καὶ ἀπὸ κορυφῆς βουνῶν ἀενάων
[
16
]
καὶ
καθ ὥραν γῆς πληρώσεως καὶ τὰ δεκτὰ τῷ ὀφθέντι ἐν τῷ βάτῳ ἔλθοισαν ἐπὶ κεφαλὴν ιωσηφ καὶ ἐπὶ κορυφῆς δοξασθεὶς ἐν ἀδελφοῖς
[
17
]
πρωτότοκος
ταύρου τὸ κάλλος αὐτοῦ κέρατα μονοκέρωτος τὰ κέρατα αὐτοῦ ἐν αὐτοῖς ἔθνη κερατιεῖ ἅμα ἕως ἐπ ἄκρου γῆς αὗται μυριάδες εφραιμ καὶ αὗται χιλιάδες μανασση
[
18
]
καὶ
τῷ ζαβουλων εἶπεν εὐφράνθητι ζαβουλων ἐν ἐξοδίᾳ σου καί ισσαχαρ ἐν τοῖς σκηνώμασιν αὐτοῦ
[
19
]
ἔθνη
ἐξολεθρεύσουσιν καὶ ἐπικαλέσεσθε ἐκεῖ καὶ θύσετε θυσίαν δικαιοσύνης ὅτι πλοῦτος θαλάσσης θηλάσει σε καὶ ἐμπόρια παράλιον κατοικούντων
[
20
]
καὶ
τῷ γαδ εἶπεν εὐλογημένος ἐμπλατύνων γαδ ὡς λέων ἀνεπαύσατο συντρίψας βραχίονα καὶ ἄρχοντα
[
21
]
καὶ
εἶδεν ἀπαρχὴν αὐτοῦ ὅτι ἐκεῖ ἐμερίσθη γῆ ἀρχόντων συνηγμένων ἅμα ἀρχηγοῖς λαῶν δικαιοσύνην κύριος ἐποίησεν καὶ κρίσιν αὐτοῦ μετὰ ισραηλ
[
22
]
καὶ
τῷ δαν εἶπεν δαν σκύμνος λέοντος καὶ ἐκπηδήσεται ἐκ τοῦ βασαν
[
23
]
καὶ
τῷ νεφθαλι εἶπεν νεφθαλι πλησμονὴ δεκτῶν καὶ ἐμπλησθήτω εὐλογίαν παρὰ κυρίου θάλασσαν καὶ λίβα κληρονομήσει
[
24
]
καὶ
τῷ ασηρ εἶπεν εὐλογητὸς ἀπὸ τέκνων ασηρ καὶ ἔσται δεκτὸς τοῖς ἀδελφοῖς αὐτοῦ βάψει ἐν ἐλαίῳ τὸν πόδα αὐτοῦ
[
25
]
σίδηρος
καὶ χαλκὸς τὸ ὑπόδημα αὐτοῦ ἔσται καὶ ὡς αἱ ἡμέραι σου ἡ ἰσχύς σου
[
26
]
οὐκ
ἔστιν ὥσπερ ὁ θεὸς τοῦ ἠγαπημένου ὁ ἐπιβαίνων ἐπὶ τὸν οὐρανὸν βοηθός σου καὶ ὁ μεγαλοπρεπὴς τοῦ στερεώματος
[
27
]
καὶ
σκέπασις θεοῦ ἀρχῆς καὶ ὑπὸ ἰσχὺν βραχιόνων ἀενάων καὶ ἐκβαλεῖ ἀπὸ προσώπου σου ἐχθρὸν λέγων ἀπόλοιο
[
28
]
καὶ
κατασκηνώσει ισραηλ πεποιθὼς μόνος ἐπὶ γῆς ιακωβ ἐπὶ σίτῳ καὶ οἴνῳ καὶ ὁ οὐρανὸς αὐτῷ συννεφὴς δρόσῳ
[
29
]
μακάριος
σύ ισραηλ τίς ὅμοιός σοι λαὸς σῳζόμενος ὑπὸ κυρίου ὑπερασπιεῖ ὁ βοηθός σου καὶ ἡ μάχαιρα καύχημά σου καὶ ψεύσονταί σε οἱ ἐχθροί σου καὶ σὺ ἐπὶ τὸν τράχηλον αὐτῶν ἐπιβήσῃ
Credit
Source:
sacred-texts.org
Top