«
King James Version
KJV
The Septuagint
LXX
[1]And the LORD spake unto Moses, saying, [1]εἶπεν δὲ κύριος πρὸς μωυσῆν λέγων
[2]Sanctify unto me all the firstborn, whatsoever openeth the womb among the children of Israel, both of man and of beast: it is mine. [2]ἁγίασόν μοι πᾶν πρωτότοκον πρωτογενὲς διανοῖγον πᾶσαν μήτραν ἐν τοῖς υἱοῖς ισραηλ ἀπὸ ἀνθρώπου ἕως κτήνους ἐμοί ἐστιν
[3]And Moses said unto the people, Remember this day, in which ye came out from Egypt, out of the house of bondage; for by strength of hand the LORD brought you out from this place: there shall no leavened bread be eaten. [3]εἶπεν δὲ μωυσῆς πρὸς τὸν λαόν μνημονεύετε τὴν ἡμέραν ταύτην ἐν ᾗ ἐξήλθατε ἐκ γῆς αἰγύπτου ἐξ οἴκου δουλείας ἐν γὰρ χειρὶ κραταιᾷ ἐξήγαγεν ὑμᾶς κύριος ἐντεῦθεν καὶ οὐ βρωθήσεται ζύμη
[4]This day came ye out in the month Abib. [4]ἐν γὰρ τῇ σήμερον ὑμεῖς ἐκπορεύεσθε ἐν μηνὶ τῶν νέων
[5]And it shall be when the LORD shall bring thee into the land of the Canaanites, and the Hittites, and the Amorites, and the Hivites, and the Jebusites, which he sware unto thy fathers to give thee, a land flowing with milk and honey, that thou shalt keep this service in this month. [5]καὶ ἔσται ἡνίκα ἐὰν εἰσαγάγῃ σε κύριος ὁ θεός σου εἰς τὴν γῆν τῶν χαναναίων καὶ χετταίων καὶ ευαίων καὶ γεργεσαίων καὶ αμορραίων καὶ φερεζαίων καὶ ιεβουσαίων ἣν ὤμοσεν τοῖς πατράσιν σου δοῦναί σοι γῆν ῥέουσαν γάλα καὶ μέλι καὶ ποιήσεις τὴν λατρείαν ταύτην ἐν τῷ μηνὶ τούτῳ
[6]Seven days thou shalt eat unleavened bread, and in the seventh day shall be a feast to the LORD. [6]ἓξ ἡμέρας ἔδεσθε ἄζυμα τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ ἑορτὴ κυρίου
[7]Unleavened bread shall be eaten seven days; and there shall no leavened bread be seen with thee, neither shall there be leaven seen with thee in all thy quarters. [7]ἄζυμα ἔδεσθε τὰς ἑπτὰ ἡμέρας οὐκ ὀφθήσεταί σοι ζυμωτόν οὐδὲ ἔσται σοι ζύμη ἐν πᾶσιν τοῖς ὁρίοις σου
[8]And thou shalt shew thy son in that day, saying, This is done because of that which the LORD did unto me when I came forth out of Egypt. [8]καὶ ἀναγγελεῖς τῷ υἱῷ σου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων διὰ τοῦτο ἐποίησεν κύριος ὁ θεός μοι ὡς ἐξεπορευόμην ἐξ αἰγύπτου
[9]And it shall be for a sign unto thee upon thine hand, and for a memorial between thine eyes, that the LORD's law may be in thy mouth: for with a strong hand hath the LORD brought thee out of Egypt. [9]καὶ ἔσται σοι σημεῖον ἐπὶ τῆς χειρός σου καὶ μνημόσυνον πρὸ ὀφθαλμῶν σου ὅπως ἂν γένηται ὁ νόμος κυρίου ἐν τῷ στόματί σου ἐν γὰρ χειρὶ κραταιᾷ ἐξήγαγέν σε κύριος ὁ θεὸς ἐξ αἰγύπτου
[10]Thou shalt therefore keep this ordinance in his season from year to year. [10]καὶ φυλάξεσθε τὸν νόμον τοῦτον κατὰ καιροὺς ὡρῶν ἀφ ἡμερῶν εἰς ἡμέρας
[11]And it shall be when the LORD shall bring thee into the land of the Canaanites, as he sware unto thee and to thy fathers, and shall give it thee, [11]καὶ ἔσται ὡς ἂν εἰσαγάγῃ σε κύριος ὁ θεός σου εἰς τὴν γῆν τῶν χαναναίων ὃν τρόπον ὤμοσεν τοῖς πατράσιν σου καὶ δώσει σοι αὐτήν
[12]That thou shalt set apart unto the LORD all that openeth the matrix, and every firstling that cometh of a beast which thou hast; the males shall be the LORD's. [12]καὶ ἀφελεῖς πᾶν διανοῖγον μήτραν τὰ ἀρσενικά τῷ κυρίῳ πᾶν διανοῖγον μήτραν ἐκ τῶν βουκολίων ἢ ἐν τοῖς κτήνεσίν σου ὅσα ἐὰν γένηταί σοι τὰ ἀρσενικά ἁγιάσεις τῷ κυρίῳ
[13]And every firstling of an ass thou shalt redeem with a lamb; and if thou wilt not redeem it, then thou shalt break his neck: and all the firstborn of man among thy children shalt thou redeem. [13]πᾶν διανοῖγον μήτραν ὄνου ἀλλάξεις προβάτῳ ἐὰν δὲ μὴ ἀλλάξῃς λυτρώσῃ αὐτό πᾶν πρωτότοκον ἀνθρώπου τῶν υἱῶν σου λυτρώσῃ
[14]And it shall be when thy son asketh thee in time to come, saying, What is this? that thou shalt say unto him, By strength of hand the LORD brought us out from Egypt, from the house of bondage: [14]ἐὰν δὲ ἐρωτήσῃ σε ὁ υἱός σου μετὰ ταῦτα λέγων τί τοῦτο καὶ ἐρεῖς αὐτῷ ὅτι ἐν χειρὶ κραταιᾷ ἐξήγαγεν ἡμᾶς κύριος ἐκ γῆς αἰγύπτου ἐξ οἴκου δουλείας
[15]And it came to pass, when Pharaoh would hardly let us go, that the LORD slew all the firstborn in the land of Egypt, both the firstborn of man, and the firstborn of beast: therefore I sacrifice to the LORD all that openeth the matrix, being males; but all the firstborn of my children I redeem. [15]ἡνίκα δὲ ἐσκλήρυνεν φαραω ἐξαποστεῖλαι ἡμᾶς ἀπέκτεινεν πᾶν πρωτότοκον ἐν γῇ αἰγύπτῳ ἀπὸ πρωτοτόκων ἀνθρώπων ἕως πρωτοτόκων κτηνῶν διὰ τοῦτο ἐγὼ θύω τῷ κυρίῳ πᾶν διανοῖγον μήτραν τὰ ἀρσενικά καὶ πᾶν πρωτότοκον τῶν υἱῶν μου λυτρώσομαι
[16]And it shall be for a token upon thine hand, and for frontlets between thine eyes: for by strength of hand the LORD brought us forth out of Egypt. [16]καὶ ἔσται εἰς σημεῖον ἐπὶ τῆς χειρός σου καὶ ἀσάλευτον πρὸ ὀφθαλμῶν σου ἐν γὰρ χειρὶ κραταιᾷ ἐξήγαγέν σε κύριος ἐξ αἰγύπτου
[17]And it came to pass, when Pharaoh had let the people go, that God led them not through the way of the land of the Philistines, although that was near; for God said, Lest peradventure the people repent when they see war, and they return to Egypt: [17]ὡς δὲ ἐξαπέστειλεν φαραω τὸν λαόν οὐχ ὡδήγησεν αὐτοὺς ὁ θεὸς ὁδὸν γῆς φυλιστιιμ ὅτι ἐγγὺς ἦν εἶπεν γὰρ ὁ θεός μήποτε μεταμελήσῃ τῷ λαῷ ἰδόντι πόλεμον καὶ ἀποστρέψῃ εἰς αἴγυπτον
[18]But God led the people about, through the way of the wilderness of the Red sea: and the children of Israel went up harnessed out of the land of Egypt. [18]καὶ ἐκύκλωσεν ὁ θεὸς τὸν λαὸν ὁδὸν τὴν εἰς τὴν ἔρημον εἰς τὴν ἐρυθρὰν θάλασσαν πέμπτη δὲ γενεὰ ἀνέβησαν οἱ υἱοὶ ισραηλ ἐκ γῆς αἰγύπτου
[19]And Moses took the bones of Joseph with him: for he had straitly sworn the children of Israel, saying, God will surely visit you; and ye shall carry up my bones away hence with you. [19]καὶ ἔλαβεν μωυσῆς τὰ ὀστᾶ ιωσηφ μεθ ἑαυτοῦ ὅρκῳ γὰρ ὥρκισεν ιωσηφ τοὺς υἱοὺς ισραηλ λέγων ἐπισκοπῇ ἐπισκέψεται ὑμᾶς κύριος καὶ συνανοίσετέ μου τὰ ὀστᾶ ἐντεῦθεν μεθ ὑμῶν
[20]And they took their journey from Succoth, and encamped in Etham, in the edge of the wilderness. [20]ἐξάραντες δὲ οἱ υἱοὶ ισραηλ ἐκ σοκχωθ ἐστρατοπέδευσαν ἐν οθομ παρὰ τὴν ἔρημον
[21]And the LORD went before them by day in a pillar of a cloud, to lead them the way; and by night in a pillar of fire, to give them light; to go by day and night: [21]ὁ δὲ θεὸς ἡγεῖτο αὐτῶν ἡμέρας μὲν ἐν στύλῳ νεφέλης δεῖξαι αὐτοῖς τὴν ὁδόν τὴν δὲ νύκτα ἐν στύλῳ πυρός
[22]He took not away the pillar of the cloud by day, nor the pillar of fire by night, from before the people. [22]οὐκ ἐξέλιπεν ὁ στῦλος τῆς νεφέλης ἡμέρας καὶ ὁ στῦλος τοῦ πυρὸς νυκτὸς ἐναντίον παντὸς τοῦ λαοῦ
Source: sacred-texts.com
Source: sacred-texts.org
Top