[1]αὗται δὲ αἱ γενέσεις τῶν υἱῶν νωε σημ χαμ ιαφεθ καὶ ἐγενήθησαν αὐτοῖς υἱοὶ μετὰ τὸν κατακλυσμόν [2]υἱοὶ ιαφεθ γαμερ καὶ μαγωγ καὶ μαδαι καὶ ιωυαν καὶ ελισα καὶ θοβελ καὶ μοσοχ καὶ θιρας [3]καὶ υἱοὶ γαμερ ασχαναζ καὶ ριφαθ καὶ θοργαμα [4]καὶ υἱοὶ ιωυαν ελισα καὶ θαρσις κίτιοι ῥόδιοι [5]ἐκ τούτων ἀφωρίσθησαν νῆσοι τῶν ἐθνῶν ἐν τῇ γῇ αὐτῶν ἕκαστος κατὰ γλῶσσαν ἐν ταῖς φυλαῖς αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν [6]υἱοὶ δὲ χαμ χους καὶ μεσραιμ φουδ καὶ χανααν [7]υἱοὶ δὲ χους σαβα καὶ ευιλα καὶ σαβαθα καὶ ρεγμα καὶ σαβακαθα υἱοὶ δὲ ρεγμα σαβα καὶ δαδαν [8]χους δὲ ἐγέννησεν τὸν νεβρωδ οὗτος ἤρξατο εἶναι γίγας ἐπὶ τῆς γῆς [9]οὗτος ἦν γίγας κυνηγὸς ἐναντίον κυρίου τοῦ θεοῦ διὰ τοῦτο ἐροῦσιν ὡς νεβρωδ γίγας κυνηγὸς ἐναντίον κυρίου [10]καὶ ἐγένετο ἀρχὴ τῆς βασιλείας αὐτοῦ βαβυλὼν καὶ ορεχ καὶ αρχαδ καὶ χαλαννη ἐν τῇ γῇ σεννααρ [11]ἐκ τῆς γῆς ἐκείνης ἐξῆλθεν ασσουρ καὶ ᾠκοδόμησεν τὴν νινευη καὶ τὴν ροωβωθ πόλιν καὶ τὴν χαλαχ [12]καὶ τὴν δασεμ ἀνὰ μέσον νινευη καὶ ἀνὰ μέσον χαλαχ αὕτη ἡ πόλις ἡ μεγάλη [13]καὶ μεσραιμ ἐγέννησεν τοὺς λουδιιμ καὶ τοὺς ενεμετιιμ καὶ τοὺς λαβιιμ καὶ τοὺς νεφθαλιιμ [14]καὶ τοὺς πατροσωνιιμ καὶ τοὺς χασλωνιιμ ὅθεν ἐξῆλθεν ἐκεῖθεν φυλιστιιμ καὶ τοὺς καφθοριιμ [15]χανααν δὲ ἐγέννησεν τὸν σιδῶνα πρωτότοκον καὶ τὸν χετταῖον [16]καὶ τὸν ιεβουσαῖον καὶ τὸν αμορραῖον καὶ τὸν γεργεσαῖον [17]καὶ τὸν ευαῖον καὶ τὸν αρουκαῖον καὶ τὸν ασενναῖον [18]καὶ τὸν ἀράδιον καὶ τὸν σαμαραῖον καὶ τὸν αμαθι καὶ μετὰ τοῦτο διεσπάρησαν αἱ φυλαὶ τῶν χαναναίων [19]καὶ ἐγένοντο τὰ ὅρια τῶν χαναναίων ἀπὸ σιδῶνος ἕως ἐλθεῖν εἰς γεραρα καὶ γάζαν ἕως ἐλθεῖν σοδομων καὶ γομορρας αδαμα καὶ σεβωιμ ἕως λασα [20]οὗτοι υἱοὶ χαμ ἐν ταῖς φυλαῖς αὐτῶν κατὰ γλώσσας αὐτῶν ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν [21]καὶ τῷ σημ ἐγενήθη καὶ αὐτῷ πατρὶ πάντων τῶν υἱῶν εβερ ἀδελφῷ ιαφεθ τοῦ μείζονος [22]υἱοὶ σημ αιλαμ καὶ ασσουρ καὶ αρφαξαδ καὶ λουδ καὶ αραμ καὶ καιναν [23]καὶ υἱοὶ αραμ ως καὶ ουλ καὶ γαθερ καὶ μοσοχ [24]καὶ αρφαξαδ ἐγέννησεν τὸν καιναν καὶ καιναν ἐγέννησεν τὸν σαλα σαλα δὲ ἐγέννησεν τὸν εβερ [25]καὶ τῷ εβερ ἐγενήθησαν δύο υἱοί ὄνομα τῷ ἑνὶ φαλεκ ὅτι ἐν ταῖς ἡμέραις αὐτοῦ διεμερίσθη ἡ γῆ καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ ιεκταν [26]ιεκταν δὲ ἐγέννησεν τὸν ελμωδαδ καὶ τὸν σαλεφ καὶ ασαρμωθ καὶ ιαραχ [27]καὶ οδορρα καὶ αιζηλ καὶ δεκλα [28]καὶ αβιμεηλ καὶ σαβευ [29]καὶ ουφιρ καὶ ευιλα καὶ ιωβαβ πάντες οὗτοι υἱοὶ ιεκταν [30]καὶ ἐγένετο ἡ κατοίκησις αὐτῶν ἀπὸ μασση ἕως ἐλθεῖν εἰς σωφηρα ὄρος ἀνατολῶν [31]οὗτοι υἱοὶ σημ ἐν ταῖς φυλαῖς αὐτῶν κατὰ γλώσσας αὐτῶν ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν [32]αὗται αἱ φυλαὶ υἱῶν νωε κατὰ γενέσεις αὐτῶν κατὰ τὰ ἔθνη αὐτῶν ἀπὸ τούτων διεσπάρησαν νῆσοι τῶν ἐθνῶν ἐπὶ τῆς γῆς μετὰ τὸν κατακλυσμόν
Credit

Source: sacred-texts.org
Top