The Septuagint
LXX
➕
←
Genesis
Gen
15
→
[
1
]
μετὰ
δὲ τὰ ῥήματα ταῦτα ἐγενήθη ῥῆμα κυρίου πρὸς αβραμ ἐν ὁράματι λέγων μὴ φοβοῦ αβραμ ἐγὼ ὑπερασπίζω σου ὁ μισθός σου πολὺς ἔσται σφόδρα
[
2
]
λέγει
δὲ αβραμ δέσποτα τί μοι δώσεις ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος ὁ δὲ υἱὸς μασεκ τῆς οἰκογενοῦς μου οὗτος δαμασκὸς ελιεζερ
[
3
]
καὶ
εἶπεν αβραμ ἐπειδὴ ἐμοὶ οὐκ ἔδωκας σπέρμα ὁ δὲ οἰκογενής μου κληρονομήσει με
[
4
]
καὶ
εὐθὺς φωνὴ κυρίου ἐγένετο πρὸς αὐτὸν λέγων οὐ κληρονομήσει σε οὗτος ἀλλ ὃς ἐξελεύσεται ἐκ σοῦ οὗτος κληρονομήσει σε
[
5
]
ἐξήγαγεν
δὲ αὐτὸν ἔξω καὶ εἶπεν αὐτῷ ἀνάβλεψον δὴ εἰς τὸν οὐρανὸν καὶ ἀρίθμησον τοὺς ἀστέρας εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς καὶ εἶπεν οὕτως ἔσται τὸ σπέρμα σου
[
6
]
καὶ
ἐπίστευσεν αβραμ τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην
[
7
]
εἶπεν
δὲ πρὸς αὐτόν ἐγὼ ὁ θεὸς ὁ ἐξαγαγών σε ἐκ χώρας χαλδαίων ὥστε δοῦναί σοι τὴν γῆν ταύτην κληρονομῆσαι
[
8
]
εἶπεν
δέ δέσποτα κύριε κατὰ τί γνώσομαι ὅτι κληρονομήσω αὐτήν
[
9
]
εἶπεν
δὲ αὐτῷ λαβέ μοι δάμαλιν τριετίζουσαν καὶ αἶγα τριετίζουσαν καὶ κριὸν τριετίζοντα καὶ τρυγόνα καὶ περιστεράν
[
10
]
ἔλαβεν
δὲ αὐτῷ πάντα ταῦτα καὶ διεῖλεν αὐτὰ μέσα καὶ ἔθηκεν αὐτὰ ἀντιπρόσωπα ἀλλήλοις τὰ δὲ ὄρνεα οὐ διεῖλεν
[
11
]
κατέβη
δὲ ὄρνεα ἐπὶ τὰ σώματα τὰ διχοτομήματα αὐτῶν καὶ συνεκάθισεν αὐτοῖς αβραμ
[
12
]
περὶ
δὲ ἡλίου δυσμὰς ἔκστασις ἐπέπεσεν τῷ αβραμ καὶ ἰδοὺ φόβος σκοτεινὸς μέγας ἐπιπίπτει αὐτῷ
[
13
]
καὶ
ἐρρέθη πρὸς αβραμ γινώσκων γνώσῃ ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ καὶ δουλώσουσιν αὐτοὺς καὶ κακώσουσιν αὐτοὺς καὶ ταπεινώσουσιν αὐτοὺς τετρακόσια ἔτη
[
14
]
τὸ
δὲ ἔθνος ᾧ ἐὰν δουλεύσωσιν κρινῶ ἐγώ μετὰ δὲ ταῦτα ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς
[
15
]
σὺ
δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου μετ εἰρήνης ταφεὶς ἐν γήρει καλῷ
[
16
]
τετάρτη
δὲ γενεὰ ἀποστραφήσονται ὧδε οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν αμορραίων ἕως τοῦ νῦν
[
17
]
ἐπεὶ
δὲ ἐγίνετο ὁ ἥλιος πρὸς δυσμαῖς φλὸξ ἐγένετο καὶ ἰδοὺ κλίβανος καπνιζόμενος καὶ λαμπάδες πυρός αἳ διῆλθον ἀνὰ μέσον τῶν διχοτομημάτων τούτων
[
18
]
ἐν
τῇ ἡμέρᾳ ἐκείνῃ διέθετο κύριος τῷ αβραμ διαθήκην λέγων τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην ἀπὸ τοῦ ποταμοῦ αἰγύπτου ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου ποταμοῦ εὐφράτου
[
19
]
τοὺς
καιναίους καὶ τοὺς κενεζαίους καὶ τοὺς κεδμωναίους
[
20
]
καὶ
τοὺς χετταίους καὶ τοὺς φερεζαίους καὶ τοὺς ραφαϊν
[
21
]
καὶ
τοὺς αμορραίους καὶ τοὺς χαναναίους καὶ τοὺς ευαίους καὶ τοὺς γεργεσαίους καὶ τοὺς ιεβουσαίους
Credit
Source:
sacred-texts.org
Top