The Septuagint
LXX
➕
←
Genesis
Gen
16
→
[
1
]
σαρα
δὲ ἡ γυνὴ αβραμ οὐκ ἔτικτεν αὐτῷ ἦν δὲ αὐτῇ παιδίσκη αἰγυπτία ᾗ ὄνομα αγαρ
[
2
]
εἶπεν
δὲ σαρα πρὸς αβραμ ἰδοὺ συνέκλεισέν με κύριος τοῦ μὴ τίκτειν εἴσελθε οὖν πρὸς τὴν παιδίσκην μου ἵνα τεκνοποιήσῃς ἐξ αὐτῆς ὑπήκουσεν δὲ αβραμ τῆς φωνῆς σαρας
[
3
]
καὶ
λαβοῦσα σαρα ἡ γυνὴ αβραμ αγαρ τὴν αἰγυπτίαν τὴν ἑαυτῆς παιδίσκην μετὰ δέκα ἔτη τοῦ οἰκῆσαι αβραμ ἐν γῇ χανααν καὶ ἔδωκεν αὐτὴν αβραμ τῷ ἀνδρὶ αὐτῆς αὐτῷ γυναῖκα
[
4
]
καὶ
εἰσῆλθεν πρὸς αγαρ καὶ συνέλαβεν καὶ εἶδεν ὅτι ἐν γαστρὶ ἔχει καὶ ἠτιμάσθη ἡ κυρία ἐναντίον αὐτῆς
[
5
]
εἶπεν
δὲ σαρα πρὸς αβραμ ἀδικοῦμαι ἐκ σοῦ ἐγὼ δέδωκα τὴν παιδίσκην μου εἰς τὸν κόλπον σου ἰδοῦσα δὲ ὅτι ἐν γαστρὶ ἔχει ἠτιμάσθην ἐναντίον αὐτῆς κρίναι ὁ θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ
[
6
]
εἶπεν
δὲ αβραμ πρὸς σαραν ἰδοὺ ἡ παιδίσκη σου ἐν ταῖς χερσίν σου χρῶ αὐτῇ ὡς ἄν σοι ἀρεστὸν ᾖ καὶ ἐκάκωσεν αὐτὴν σαρα καὶ ἀπέδρα ἀπὸ προσώπου αὐτῆς
[
7
]
εὗρεν
δὲ αὐτὴν ἄγγελος κυρίου ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος ἐν τῇ ἐρήμῳ ἐπὶ τῆς πηγῆς ἐν τῇ ὁδῷ σουρ
[
8
]
καὶ
εἶπεν αὐτῇ ὁ ἄγγελος κυρίου αγαρ παιδίσκη σαρας πόθεν ἔρχῃ καὶ ποῦ πορεύῃ καὶ εἶπεν ἀπὸ προσώπου σαρας τῆς κυρίας μου ἐγὼ ἀποδιδράσκω
[
9
]
εἶπεν
δὲ αὐτῇ ὁ ἄγγελος κυρίου ἀποστράφητι πρὸς τὴν κυρίαν σου καὶ ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς
[
10
]
καὶ
εἶπεν αὐτῇ ὁ ἄγγελος κυρίου πληθύνων πληθυνῶ τὸ σπέρμα σου καὶ οὐκ ἀριθμηθήσεται ἀπὸ τοῦ πλήθους
[
11
]
καὶ
εἶπεν αὐτῇ ὁ ἄγγελος κυρίου ἰδοὺ σὺ ἐν γαστρὶ ἔχεις καὶ τέξῃ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ισμαηλ ὅτι ἐπήκουσεν κύριος τῇ ταπεινώσει σου
[
12
]
οὗτος
ἔσται ἄγροικος ἄνθρωπος αἱ χεῖρες αὐτοῦ ἐπὶ πάντας καὶ αἱ χεῖρες πάντων ἐπ αὐτόν καὶ κατὰ πρόσωπον πάντων τῶν ἀδελφῶν αὐτοῦ κατοικήσει
[
13
]
καὶ
ἐκάλεσεν αγαρ τὸ ὄνομα κυρίου τοῦ λαλοῦντος πρὸς αὐτήν σὺ ὁ θεὸς ὁ ἐπιδών με ὅτι εἶπεν καὶ γὰρ ἐνώπιον εἶδον ὀφθέντα μοι
[
14
]
ἕνεκεν
τούτου ἐκάλεσεν τὸ φρέαρ φρέαρ οὗ ἐνώπιον εἶδον ἰδοὺ ἀνὰ μέσον καδης καὶ ἀνὰ μέσον βαραδ
[
15
]
καὶ
ἔτεκεν αγαρ τῷ αβραμ υἱόν καὶ ἐκάλεσεν αβραμ τὸ ὄνομα τοῦ υἱοῦ αὐτοῦ ὃν ἔτεκεν αὐτῷ αγαρ ισμαηλ
[
16
]
αβραμ
δὲ ἦν ὀγδοήκοντα ἓξ ἐτῶν ἡνίκα ἔτεκεν αγαρ τὸν ισμαηλ τῷ αβραμ
Credit
Source:
sacred-texts.org
Top