|
|
| [1]καὶ συνετελέσθησαν ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ πᾶς ὁ κόσμος αὐτῶν |
[1]THUS the heavens and the earth were finished, and all the host of them. |
| [2]καὶ συνετέλεσεν ὁ θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ ἃ ἐποίησεν καὶ κατέπαυσεν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἐποίησεν |
[2]And on the sixth day God, finished his works which he had made; and he rested on the seventh day from all his works which he had made. |
| [3]καὶ ηὐλόγησεν ὁ θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτήν ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἤρξατο ὁ θεὸς ποιῆσαι |
[3]So God blessed the seventh day, and sanctified it; because in it he had rested from all his works which God created and made |
| [4]αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς ὅτε ἐγένετο ᾗ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν |
[4]These are the generations of the heavens and of the earth when they were created, in the day that the LORD God made the heavens and the earth. |
| [5]καὶ πᾶν χλωρὸν ἀγροῦ πρὸ τοῦ γενέσθαι ἐπὶ τῆς γῆς καὶ πάντα χόρτον ἀγροῦ πρὸ τοῦ ἀνατεῖλαι οὐ γὰρ ἔβρεξεν ὁ θεὸς ἐπὶ τὴν γῆν καὶ ἄνθρωπος οὐκ ἦν ἐργάζεσθαι τὴν γῆν |
[5]And all the trees of the field were not yet in the ground, and every herb of the field had not yet sprung up; for the LORD God had not caused it to rain upon the earth, and there was no man to till the ground. |
| [6]πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς καὶ ἐπότιζεν πᾶν τὸ πρόσωπον τῆς γῆς |
[6]But a powerful spring gushed out of the earth, and watered all the face of the ground. |
| [7]καὶ ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆς καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν |
[7]And the LORD God formed Adam out of the soil of the earth, and breathed into his nostrils the breath of life; and man became a living being |
| [8]καὶ ἐφύτευσεν κύριος ὁ θεὸς παράδεισον ἐν εδεμ κατὰ ἀνατολὰς καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον ὃν ἔπλασεν |
[8]And the LORD God planted a garden eastward in Eden; and there he put the man whom he had formed. |
| [9]καὶ ἐξανέτειλεν ὁ θεὸς ἔτι ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς βρῶσιν καὶ τὸ ξύλον τῆς ζωῆς ἐν μέσῳ τῷ παραδείσῳ καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ |
[9]And out of the ground the LORD God made to grow every tree that is pleasant to the sight and good for food; the tree of life also in the midst of the garden, and the tree of the knowledge of good and evil. |
| [10]ποταμὸς δὲ ἐκπορεύεται ἐξ εδεμ ποτίζειν τὸν παράδεισον ἐκεῖθεν ἀφορίζεται εἰς τέσσαρας ἀρχάς |
[10]And a river flowed out of Eden to water the garden; and from thence it divided and became into four heads. |
| [11]ὄνομα τῷ ἑνὶ φισων οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν ευιλατ ἐκεῖ οὗ ἐστιν τὸ χρυσίον |
[11]The name of the first is Pishon; it is the one which encircles the whole land of Havilah, where there is gold; |
| [12]τὸ δὲ χρυσίον τῆς γῆς ἐκείνης καλόν καὶ ἐκεῖ ἐστιν ὁ ἄνθραξ καὶ ὁ λίθος ὁ πράσινος |
[12]And the gold of that land is good; there is also beryllium and the onyx stone. |
| [13]καὶ ὄνομα τῷ ποταμῷ τῷ δευτέρῳ γηων οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν αἰθιοπίας |
[13]And the name of the second river is Gihon, the one which encircles the whole land of Ethiopia. |
| [14]καὶ ὁ ποταμὸς ὁ τρίτος τίγρις οὗτος ὁ πορευόμενος κατέναντι ἀσσυρίων ὁ δὲ ποταμὸς ὁ τέταρτος οὗτος εὐφράτης |
[14]And the name of the third river is Deklat (Tigris); it is the one which flows east of Assyria. And the fourth river is the Euphrates. |
| [15]καὶ ἔλαβεν κύριος ὁ θεὸς τὸν ἄνθρωπον ὃν ἔπλασεν καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν |
[15]And the LORD God took the man, and put him in the garden of Eden to till it and to keep it |
| [16]καὶ ἐνετείλατο κύριος ὁ θεὸς τῷ αδαμ λέγων ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ |
[16]And the LORD God commanded the man, saying, Of every tree of the garden you may freely eat; |
| [17]ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρόν οὐ φάγεσθε ἀπ αὐτοῦ ᾗ δ ἂν ἡμέρᾳ φάγητε ἀπ αὐτοῦ θανάτῳ ἀποθανεῖσθε |
[17]But of the tree of the knowledge of good and evil, you shall not eat; for in the day that you eat of it you shall surely die |
| [18]καὶ εἶπεν κύριος ὁ θεός οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον ποιήσωμεν αὐτῷ βοηθὸν κατ αὐτόν |
[18]Then the LORD God said, It is not good that the man should be alone; I will make him a helper who is like him. |
| [19]καὶ ἔπλασεν ὁ θεὸς ἔτι ἐκ τῆς γῆς πάντα τὰ θηρία τοῦ ἀγροῦ καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν αδαμ ἰδεῖν τί καλέσει αὐτά καὶ πᾶν ὃ ἐὰν ἐκάλεσεν αὐτὸ αδαμ ψυχὴν ζῶσαν τοῦτο ὄνομα αὐτοῦ |
[19]And out of the ground the LORD God formed every beast of the field, and every fowl of the air; and brought them to Adam to see what he would call them; and whatever Adam called every living creature, that was its name. |
| [20]καὶ ἐκάλεσεν αδαμ ὀνόματα πᾶσιν τοῖς κτήνεσιν καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ πᾶσι τοῖς θηρίοις τοῦ ἀγροῦ τῷ δὲ αδαμ οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ |
[20]And Adam gave names to all cattle, and to all fowl of the air, and to all wild beasts; but for Adam there was not found a helper who was equal to him |
| [21]καὶ ἐπέβαλεν ὁ θεὸς ἔκστασιν ἐπὶ τὸν αδαμ καὶ ὕπνωσεν καὶ ἔλαβεν μίαν τῶν πλευρῶν αὐτοῦ καὶ ἀνεπλήρωσεν σάρκα ἀντ αὐτῆς |
[21]So the LORD God caused a deep sleep to fall upon Adam, and he slept; and he took one of his ribs, and closed up the place with flesh in its stead; |
| [22]καὶ ᾠκοδόμησεν κύριος ὁ θεὸς τὴν πλευράν ἣν ἔλαβεν ἀπὸ τοῦ αδαμ εἰς γυναῖκα καὶ ἤγαγεν αὐτὴν πρὸς τὸν αδαμ |
[22]And of the rib which the LORD God had taken from Adam he made a woman, and brought her to Adam. |
| [23]καὶ εἶπεν αδαμ τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου αὕτη κληθήσεται γυνή ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήμφθη αὕτη |
[23]And Adam said, This is now bone of my bones, and flesh of my flesh; she shall be called Woman, because she was taken out of Man. |
| [24]ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν |
[24]Therefore shall a man leave his father and his mother, and shall cleave unto his wife, and they shall be one flesh. |
| [25]καὶ ἦσαν οἱ δύο γυμνοί ὅ τε αδαμ καὶ ἡ γυνὴ αὐτοῦ καὶ οὐκ ᾐσχύνοντο |
[25]And they were both naked, Adam and his wife, and were not ashamed |