«
The Septuagint
LXX
Wycliffe's English Translation (1388)
Wyc
[1]εἶπεν δὲ ὁ θεὸς πρὸς ιακωβ ἀναστὰς ἀνάβηθι εἰς τὸν τόπον βαιθηλ καὶ οἴκει ἐκεῖ καὶ ποίησον ἐκεῖ θυσιαστήριον τῷ θεῷ τῷ ὀφθέντι σοι ἐν τῷ ἀποδιδράσκειν σε ἀπὸ προσώπου ησαυ τοῦ ἀδελφοῦ σου [1]Yn the mene tyme the Lord spak to Jacob, Ryse thou, and stie to Bethel, and dwelle thou there, and make thou an auter to the Lord, that apperide to thee whanne thou fleddist Esau, thi brother.
[2]εἶπεν δὲ ιακωβ τῷ οἴκῳ αὐτοῦ καὶ πᾶσιν τοῖς μετ αὐτοῦ ἄρατε τοὺς θεοὺς τοὺς ἀλλοτρίους τοὺς μεθ ὑμῶν ἐκ μέσου ὑμῶν καὶ καθαρίσασθε καὶ ἀλλάξατε τὰς στολὰς ὑμῶν [2]Forsothe Jacob seide, whanne al his hous was clepid to gidere, Caste ye a wei alien goddis, that ben `in the myddis of you, and be ye clensid, and chaunge ye youre clothis;
[3]καὶ ἀναστάντες ἀναβῶμεν εἰς βαιθηλ καὶ ποιήσωμεν ἐκεῖ θυσιαστήριον τῷ θεῷ τῷ ἐπακούσαντί μοι ἐν ἡμέρᾳ θλίψεως ὃς ἦν μετ ἐμοῦ καὶ διέσωσέν με ἐν τῇ ὁδῷ ᾗ ἐπορεύθην [3]rise ye, and stie we into Bethel, that we make there an auter to the Lord, which herde me in the dai of my tribulacioun, and was felowe of my weie.
[4]καὶ ἔδωκαν τῷ ιακωβ τοὺς θεοὺς τοὺς ἀλλοτρίους οἳ ἦσαν ἐν ταῖς χερσὶν αὐτῶν καὶ τὰ ἐνώτια τὰ ἐν τοῖς ὠσὶν αὐτῶν καὶ κατέκρυψεν αὐτὰ ιακωβ ὑπὸ τὴν τερέμινθον τὴν ἐν σικιμοις καὶ ἀπώλεσεν αὐτὰ ἕως τῆς σήμερον ἡμέρας [4]Therfor thei yauen to hym alle alien goddis which thei hadden, and eere ryngis, that weren in `the eeris of hem; and he deluyde tho vndur a `tre, clepid therubynte, which is bihynde the citee of Sichem.
[5]καὶ ἐξῆρεν ισραηλ ἐκ σικιμων καὶ ἐγένετο φόβος θεοῦ ἐπὶ τὰς πόλεις τὰς κύκλῳ αὐτῶν καὶ οὐ κατεδίωξαν ὀπίσω τῶν υἱῶν ισραηλ [5]And whanne thei yeden, drede assailide alle men by cumpas of the citee, and thei weren not hardi to pursue hem goynge a wei.
[6]ἦλθεν δὲ ιακωβ εἰς λουζα ἥ ἐστιν ἐν γῇ χανααν ἥ ἐστιν βαιθηλ αὐτὸς καὶ πᾶς ὁ λαός ὃς ἦν μετ αὐτοῦ [6]Therfor Jacob cam to Lusa, which is in the lond of Canaan, bi `sire name Bethel, he and al his puple with hym.
[7]καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον καὶ ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου βαιθηλ ἐκεῖ γὰρ ἐπεφάνη αὐτῷ ὁ θεὸς ἐν τῷ ἀποδιδράσκειν αὐτὸν ἀπὸ προσώπου ησαυ τοῦ ἀδελφοῦ αὐτοῦ [7]And he bildide there an auter to the Lord, and clepide the name of that place The hows of God, for God apperide there to hym, whanne he fledde his brothir.
[8]ἀπέθανεν δὲ δεββωρα ἡ τροφὸς ρεβεκκας κατώτερον βαιθηλ ὑπὸ τὴν βάλανον καὶ ἐκάλεσεν ιακωβ τὸ ὄνομα αὐτῆς βάλανος πένθους [8]Delbora, the nurische of Rebecca, diede in the same tyme, and sche was biried at the roote of Bethel, vndir an ook, and the name of the place was clepid The ook of wepyng.
[9]ὤφθη δὲ ὁ θεὸς ιακωβ ἔτι ἐν λουζα ὅτε παρεγένετο ἐκ μεσοποταμίας τῆς συρίας καὶ ηὐλόγησεν αὐτὸν ὁ θεός [9]Forsothe God apperide eft to Jacob, aftir that he turnede ayen fro Mesopotanye of Sirie, and cam into Bethel, and blesside hym,
[10]καὶ εἶπεν αὐτῷ ὁ θεός τὸ ὄνομά σου ιακωβ οὐ κληθήσεται ἔτι ιακωβ ἀλλ ισραηλ ἔσται τὸ ὄνομά σου [10]and seide, Thou schalt no more be clepid Jacob, but Israel schal be thi name. And God clepide hym Israel, and seide to hym,
[11]εἶπεν δὲ αὐτῷ ὁ θεός ἐγὼ ὁ θεός σου αὐξάνου καὶ πληθύνου ἔθνη καὶ συναγωγαὶ ἐθνῶν ἔσονται ἐκ σοῦ καὶ βασιλεῖς ἐκ τῆς ὀσφύος σου ἐξελεύσονται [11]Y am God Almyyti, encreesse thou, and be thou multiplied, folkis and puplis of naciouns schulen be of thee, kyngis schulen go out of thi leendis;
[12]καὶ τὴν γῆν ἣν δέδωκα αβρααμ καὶ ισαακ σοὶ δέδωκα αὐτήν σοὶ ἔσται καὶ τῷ σπέρματί σου μετὰ σὲ δώσω τὴν γῆν ταύτην [12]and Y shal yyue to thee, and to thi seed after thee, the lond which Y yaf to Abraham, and Ysaac.
[13]ἀνέβη δὲ ὁ θεὸς ἀπ αὐτοῦ ἐκ τοῦ τόπου οὗ ἐλάλησεν μετ αὐτοῦ [13]And God departide fro hym.
[14]καὶ ἔστησεν ιακωβ στήλην ἐν τῷ τόπῳ ᾧ ἐλάλησεν μετ αὐτοῦ στήλην λιθίνην καὶ ἔσπεισεν ἐπ αὐτὴν σπονδὴν καὶ ἐπέχεεν ἐπ αὐτὴν ἔλαιον [14]Forsothe Jacob reiside a title ether memorial of stoonys, in the place where ynne God spak to hym, and he sacrifiede ther onne fletynge sacrifices, and schedde out oile,
[15]καὶ ἐκάλεσεν ιακωβ τὸ ὄνομα τοῦ τόπου ἐν ᾧ ἐλάλησεν μετ αὐτοῦ ἐκεῖ ὁ θεός βαιθηλ [15]and clepide the name of that place Bethel.
[16]ἀπάρας δὲ ιακωβ ἐκ βαιθηλ ἔπηξεν τὴν σκηνὴν αὐτοῦ ἐπέκεινα τοῦ πύργου γαδερ ἐγένετο δὲ ἡνίκα ἤγγισεν χαβραθα εἰς γῆν ἐλθεῖν εφραθα ἔτεκεν ραχηλ καὶ ἐδυστόκησεν ἐν τῷ τοκετῷ [16]Forsothe Jacob yede out fro thennus, and cam in the bigynnynge of somer to the lond that ledith to Effrata; in which lond whanne Rachel trauelide in child beryng,
[17]ἐγένετο δὲ ἐν τῷ σκληρῶς αὐτὴν τίκτειν εἶπεν αὐτῇ ἡ μαῖα θάρσει καὶ γὰρ οὗτός σοί ἐστιν υἱός [17]sche bigan to be in perel for the hardnesse of childberyng; and the medewijf seide to hir, Nyle thou drede, for thou schalt haue also this sone.
[18]ἐγένετο δὲ ἐν τῷ ἀφιέναι αὐτὴν τὴν ψυχήν ἀπέθνῃσκεν γάρ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ υἱὸς ὀδύνης μου ὁ δὲ πατὴρ ἐκάλεσεν αὐτὸν βενιαμιν [18]Forsothe while the soule yede out for sorew, and deeth neiyede thanne, she clepide the name of hir sone Bennony, that is, the sone of my sorewe; forsothe the fadir clepide hym Beniamyn, that is the sone of the riyt side.
[19]ἀπέθανεν δὲ ραχηλ καὶ ἐτάφη ἐν τῇ ὁδῷ εφραθα αὕτη ἐστὶν βηθλεεμ [19]Therfor Rachel diede, and was biriede in the weie that ledith to Effrata, this is Bethleem.
[20]καὶ ἔστησεν ιακωβ στήλην ἐπὶ τοῦ μνημείου αὐτῆς αὕτη ἐστὶν στήλη μνημείου ραχηλ ἕως τῆς σήμερον ἡμέρας [20]And Jacob bildide a title on the sepulcre of hir; this is the title of biriel of Rachel `til into present dai.
[21]Jacob yede fro thennus, and settide tabernacle ouer the tour of the flok.
[22]ἐγένετο δὲ ἡνίκα κατῴκησεν ισραηλ ἐν τῇ γῇ ἐκείνῃ ἐπορεύθη ρουβην καὶ ἐκοιμήθη μετὰ βαλλας τῆς παλλακῆς τοῦ πατρὸς αὐτοῦ καὶ ἤκουσεν ισραηλ καὶ πονηρὸν ἐφάνη ἐναντίον αὐτοῦ ἦσαν δὲ οἱ υἱοὶ ιακωβ δώδεκα [22]And while he dwellide in that cuntrei, Ruben yede, and slepte with Bala, the secundarie wijf of his fadir, which thing was not hid fro hym. Forsothe the sones of Jacob weren twelue;
[23]υἱοὶ λειας πρωτότοκος ιακωβ ρουβην συμεων λευι ιουδας ισσαχαρ ζαβουλων [23]the sones of Lia weren, the firste gendrid Ruben, and Symeon, and Leuy, and Judas, and Isachar, and Zabulon;
[24]υἱοὶ δὲ ραχηλ ιωσηφ καὶ βενιαμιν [24]the sones of Rachel weren, Joseph and Beniamyn;
[25]υἱοὶ δὲ βαλλας παιδίσκης ραχηλ δαν καὶ νεφθαλι [25]the sones of Bala, handmayde of Rachel, weren Dan, and Neptalym;
[26]υἱοὶ δὲ ζελφας παιδίσκης λειας γαδ καὶ ασηρ οὗτοι υἱοὶ ιακωβ οἳ ἐγένοντο αὐτῷ ἐν μεσοποταμίᾳ τῆς συρίας [26]the sones of Zelfa, handmayde of Lya, weren Gad, and Aser. These weren the sones of Jacob, that weren borun to hym in Mesopotanye of Sirie.
[27]ἦλθεν δὲ ιακωβ πρὸς ισαακ τὸν πατέρα αὐτοῦ εἰς μαμβρη εἰς πόλιν τοῦ πεδίου αὕτη ἐστὶν χεβρων ἐν γῇ χανααν οὗ παρῴκησεν αβρααμ καὶ ισαακ [27]Also Jacob came to Isaac, his fadir, in to Manbre, a citee Arabee, this is Ebron, in which Manbre Abraham `and Isaac was a pylgrym.
[28]ἐγένοντο δὲ αἱ ἡμέραι ισαακ ἃς ἔζησεν ἔτη ἑκατὸν ὀγδοήκοντα [28]And the daies of Isaac weren fillid an hundrid and foure scoore of yeris;
[29]καὶ ἐκλιπὼν ἀπέθανεν καὶ προσετέθη πρὸς τὸ γένος αὐτοῦ πρεσβύτερος καὶ πλήρης ἡμερῶν καὶ ἔθαψαν αὐτὸν ησαυ καὶ ιακωβ οἱ υἱοὶ αὐτοῦ [29]and he was wastid in age, and diede, and he was put to his puple, and was eeld, and ful of daies; and Esau and Jacob his sones birieden hym.
Source: sacred-texts.org
Author: John Wycliffe (1328 – 1384)
Top