|
|
| [1]Therfor Joseph entride, and telde to Farao, and seide, My fadir and brethren, the scheep and grete beestis of hem, and alle thingis whiche thei welden, camen fro the lond of Canaan; and lo! thei stonden in the lond of Gessen. |
[1]ἐλθὼν δὲ ιωσηφ ἀπήγγειλεν τῷ φαραω λέγων ὁ πατήρ μου καὶ οἱ ἀδελφοί μου καὶ τὰ κτήνη καὶ οἱ βόες αὐτῶν καὶ πάντα τὰ αὐτῶν ἦλθον ἐκ γῆς χανααν καὶ ἰδού εἰσιν ἐν γῇ γεσεμ |
| [2]And he ordeynede fyue, the laste men of hise britheren, bifore the kyng, |
[2]ἀπὸ δὲ τῶν ἀδελφῶν αὐτοῦ παρέλαβεν πέντε ἄνδρας καὶ ἔστησεν αὐτοὺς ἐναντίον φαραω |
| [3]whiche he axide, What werk han ye? Thei answeriden, We thi seruauntis ben kepers of scheep, bothe we and oure faderis; |
[3]καὶ εἶπεν φαραω τοῖς ἀδελφοῖς ιωσηφ τί τὸ ἔργον ὑμῶν οἱ δὲ εἶπαν τῷ φαραω ποιμένες προβάτων οἱ παῖδές σου καὶ ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν |
| [4]we camen in to thi lond to be pilgrymys, for noo gras is to the flockis of thi seruauntis; hungur wexith greuouse in the lond of Canaan, and we axen that thou comaunde vs thi seruauntis to be in the lond of Gessen. |
[4]εἶπαν δὲ τῷ φαραω παροικεῖν ἐν τῇ γῇ ἥκαμεν οὐ γάρ ἐστιν νομὴ τοῖς κτήνεσιν τῶν παίδων σου ἐνίσχυσεν γὰρ ὁ λιμὸς ἐν γῇ χανααν νῦν οὖν κατοικήσομεν οἱ παῖδές σου ἐν γῇ γεσεμ |
| [5]And so the kyng seide to Joseph, Thi fadir and thi britheren camen to thee; |
[5]εἶπεν δὲ φαραω τῷ ιωσφη κατοικείτωσαν ἐν γῇ γεσεμ εἰ δὲ ἐπίστῃ ὅτι εἰσὶν ἐν αὐτοῖς ἄνδρες δυνατοί κατάστησον αὐτοὺς ἄρχοντας τῶν ἐμῶν κτηνῶν ἦλθον δὲ εἰς αἴγυπτον πρὸς ιωσηφ ιακωβ καὶ οἱ υἱοὶ αὐτοῦ καὶ ἤκουσεν φαραω βασιλεὺς αἰγύπτου καὶ εἶπεν φαραω πρὸς ιωσηφ λέγων ὁ πατήρ σου καὶ οἱ ἀδελφοί σου ἥκασι πρὸς σέ |
| [6]the lond of Egipt is in thi siyt, make thou hem to dwelle in the beste place, and yyue thou to hem the lond of Gessen; that if thou woost that witti men ben in hem, ordeyne thou hem maystris of my beestis. |
[6]ἰδοὺ ἡ γῆ αἰγύπτου ἐναντίον σού ἐστιν ἐν τῇ βελτίστῃ γῇ κατοίκισον τὸν πατέρα σου καὶ τοὺς ἀδελφούς σου |
| [7]After these thingis Joseph brouyte in his fader to the king, and settide him bifor the king, which blesside the king; |
[7]εἰσήγαγεν δὲ ιωσηφ ιακωβ τὸν πατέρα αὐτοῦ καὶ ἔστησεν αὐτὸν ἐναντίον φαραω καὶ εὐλόγησεν ιακωβ τὸν φαραω |
| [8]and he was axid of the king, Hou many ben the daies of the yeeris of thi lijf? |
[8]εἶπεν δὲ φαραω τῷ ιακωβ πόσα ἔτη ἡμερῶν τῆς ζωῆς σου |
| [9]And he answeride, The daies of pilgrymage of my lijf, ben feewe and yuele, of an hundrid and thretti yeer, and tho `camen not til to the daies of my fadris, in whiche thei weren pilgryms. |
[9]καὶ εἶπεν ιακωβ τῷ φαραω αἱ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου ἃς παροικῶ ἑκατὸν τριάκοντα ἔτη μικραὶ καὶ πονηραὶ γεγόνασιν αἱ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου οὐκ ἀφίκοντο εἰς τὰς ἡμέρας τῶν ἐτῶν τῆς ζωῆς τῶν πατέρων μου ἃς ἡμέρας παρῴκησαν |
| [10]And whanne he hadde blessid the kyng, he yede out. |
[10]καὶ εὐλογήσας ιακωβ τὸν φαραω ἐξῆλθεν ἀπ αὐτοῦ |
| [11]Forsothe Joseph yaf to hise fadir and britheren possessioun in Egipt, in Ramasses, the beste soile of erthe, as Farao comaundide; |
[11]καὶ κατῴκισεν ιωσηφ τὸν πατέρα καὶ τοὺς ἀδελφοὺς αὐτοῦ καὶ ἔδωκεν αὐτοῖς κατάσχεσιν ἐν γῇ αἰγύπτου ἐν τῇ βελτίστῃ γῇ ἐν γῇ ραμεσση καθὰ προσέταξεν φαραω |
| [12]and he fedde hem, and al the hows of his fadir, and yaf metis to alle. |
[12]καὶ ἐσιτομέτρει ιωσηφ τῷ πατρὶ καὶ τοῖς ἀδελφοῖς αὐτοῦ καὶ παντὶ τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ σῖτον κατὰ σῶμα |
| [13]For breed failide in al the world, and hungur oppresside the lond, moost of Egipt and of Canaan; |
[13]σῖτος δὲ οὐκ ἦν ἐν πάσῃ τῇ γῇ ἐνίσχυσεν γὰρ ὁ λιμὸς σφόδρα ἐξέλιπεν δὲ ἡ γῆ αἰγύπτου καὶ ἡ γῆ χανααν ἀπὸ τοῦ λιμοῦ |
| [14]of whiche londis he gaderide al the money for the sillyng of wheete, and brouyte it in to the `tresorie of the kyng. |
[14]συνήγαγεν δὲ ιωσηφ πᾶν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν γῇ αἰγύπτου καὶ ἐν γῇ χανααν τοῦ σίτου οὗ ἠγόραζον καὶ ἐσιτομέτρει αὐτοῖς καὶ εἰσήνεγκεν ιωσηφ πᾶν τὸ ἀργύριον εἰς τὸν οἶκον φαραω |
| [15]And whanne prijs failide to the bieris, al Egipt cam to Joseph, and seide, Yyue thou `looues to vs; whi shulen we die bifore thee, while monei failith? |
[15]καὶ ἐξέλιπεν πᾶν τὸ ἀργύριον ἐκ γῆς αἰγύπτου καὶ ἐκ γῆς χανααν ἦλθον δὲ πάντες οἱ αἰγύπτιοι πρὸς ιωσηφ λέγοντες δὸς ἡμῖν ἄρτους καὶ ἵνα τί ἀποθνῄσκομεν ἐναντίον σου ἐκλέλοιπεν γὰρ τὸ ἀργύριον ἡμῶν |
| [16]To whiche he answeride, Brynge ye youre beestis, and Y schal yyue to you metis for tho, if ye han not prijs. |
[16]εἶπεν δὲ αὐτοῖς ιωσηφ φέρετε τὰ κτήνη ὑμῶν καὶ δώσω ὑμῖν ἄρτους ἀντὶ τῶν κτηνῶν ὑμῶν εἰ ἐκλέλοιπεν τὸ ἀργύριον |
| [17]And whanne thei hadden brouyt tho, he yaf to hem metis for horsis, and scheep, and oxun, and assis; and he susteynede hem in that yeer for the chaungyng of beestis. |
[17]ἤγαγον δὲ τὰ κτήνη πρὸς ιωσηφ καὶ ἔδωκεν αὐτοῖς ιωσηφ ἄρτους ἀντὶ τῶν ἵππων καὶ ἀντὶ τῶν προβάτων καὶ ἀντὶ τῶν βοῶν καὶ ἀντὶ τῶν ὄνων καὶ ἐξέθρεψεν αὐτοὺς ἐν ἄρτοις ἀντὶ πάντων τῶν κτηνῶν αὐτῶν ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ |
| [18]And thei camen in the secunde yeer, and seiden to hym, We helen not fro oure lord, that the while monei failith, also beestis failiden togidere, nether it is hid fro thee, that with out bodies and lond we han no thing; |
[18]ἐξῆλθεν δὲ τὸ ἔτος ἐκεῖνο καὶ ἦλθον πρὸς αὐτὸν ἐν τῷ ἔτει τῷ δευτέρῳ καὶ εἶπαν αὐτῷ μήποτε ἐκτριβῶμεν ἀπὸ τοῦ κυρίου ἡμῶν εἰ γὰρ ἐκλέλοιπεν τὸ ἀργύριον καὶ τὰ ὑπάρχοντα καὶ τὰ κτήνη πρὸς σὲ τὸν κύριον καὶ οὐχ ὑπολείπεται ἡμῖν ἐναντίον τοῦ κυρίου ἡμῶν ἀλλ ἢ τὸ ἴδιον σῶμα καὶ ἡ γῆ ἡμῶν |
| [19]whi therfor schulen we die, while thou seest? bothe we and oure lond schulen be thine, bie thou vs in to the kyngis seruage, and yyue thou seedis, lest the while the tiliere perischith, the lond be turned in to wildirnesse. |
[19]ἵνα οὖν μὴ ἀποθάνωμεν ἐναντίον σου καὶ ἡ γῆ ἐρημωθῇ κτῆσαι ἡμᾶς καὶ τὴν γῆν ἡμῶν ἀντὶ ἄρτων καὶ ἐσόμεθα ἡμεῖς καὶ ἡ γῆ ἡμῶν παῖδες φαραω δὸς σπέρμα ἵνα σπείρωμεν καὶ ζῶμεν καὶ μὴ ἀποθάνωμεν καὶ ἡ γῆ οὐκ ἐρημωθήσεται |
| [20]Therfor Joseph bouyte al the lond of Egipt, while all men seelden her possessiouns, for the greetnesse of hungur; |
[20]καὶ ἐκτήσατο ιωσηφ πᾶσαν τὴν γῆν τῶν αἰγυπτίων τῷ φαραω ἀπέδοντο γὰρ οἱ αἰγύπτιοι τὴν γῆν αὐτῶν τῷ φαραω ἐπεκράτησεν γὰρ αὐτῶν ὁ λιμός καὶ ἐγένετο ἡ γῆ φαραω |
| [21]and he made it and alle puplis therof suget to Farao, fro the laste termes of Egipt til to the laste endis therof, |
[21]καὶ τὸν λαὸν κατεδουλώσατο αὐτῷ εἰς παῖδας ἀπ ἄκρων ὁρίων αἰγύπτου ἕως τῶν ἄκρων |
| [22]outakun the lond of preestis, that was youun of the kyng to hem, to whiche preestis also metis weren youun of the comun bernys, and therfor thei weren not compellid to sille her possessiouns. |
[22]χωρὶς τῆς γῆς τῶν ἱερέων μόνον οὐκ ἐκτήσατο ταύτην ιωσηφ ἐν δόσει γὰρ ἔδωκεν δόμα τοῖς ἱερεῦσιν φαραω καὶ ἤσθιον τὴν δόσιν ἣν ἔδωκεν αὐτοῖς φαραω διὰ τοῦτο οὐκ ἀπέδοντο τὴν γῆν αὐτῶν |
| [23]Therfor Joseph seide to the puplis, Lo! as ye seen, Farao weldith bothe you and youre lond; take ye seedis, and `sowe ye feeldis, |
[23]εἶπεν δὲ ιωσηφ πᾶσι τοῖς αἰγυπτίοις ἰδοὺ κέκτημαι ὑμᾶς καὶ τὴν γῆν ὑμῶν σήμερον τῷ φαραω λάβετε ἑαυτοῖς σπέρμα καὶ σπείρατε τὴν γῆν |
| [24]that ye moun haue fruytis; ye schulen yyue the fifthe part to the kyng; Y suffre to you the foure residue partis in to seed and in to meetis, to you, and to youre fre children. |
[24]καὶ ἔσται τὰ γενήματα αὐτῆς δώσετε τὸ πέμπτον μέρος τῷ φαραω τὰ δὲ τέσσαρα μέρη ἔσται ὑμῖν αὐτοῖς εἰς σπέρμα τῇ γῇ καὶ εἰς βρῶσιν ὑμῖν καὶ πᾶσιν τοῖς ἐν τοῖς οἴκοις ὑμῶν |
| [25]Whiche answeriden, Oure helthe is in thin hond; oneli oure God biholde vs, and we schulen ioifuli serue the kyng. |
[25]καὶ εἶπαν σέσωκας ἡμᾶς εὕρομεν χάριν ἐναντίον τοῦ κυρίου ἡμῶν καὶ ἐσόμεθα παῖδες φαραω |
| [26]For that tyme til in to present dai, in al the lond of Egipt, the fyuethe part is paied to the kyngis, and it is maad as in to a lawe, with out the lond of preestis, that was fre fro this condicioun. |
[26]καὶ ἔθετο αὐτοῖς ιωσηφ εἰς πρόσταγμα ἕως τῆς ἡμέρας ταύτης ἐπὶ γῆν αἰγύπτου τῷ φαραω ἀποπεμπτοῦν χωρὶς τῆς γῆς τῶν ἱερέων μόνον οὐκ ἦν τῷ φαραω |
| [27]Therfor Israel dwellide in Egipt, that is, in the lond of Jessen, and weldide it; and he was encreessid and multiplied ful mych. |
[27]κατῴκησεν δὲ ισραηλ ἐν γῇ αἰγύπτῳ ἐπὶ τῆς γῆς γεσεμ καὶ ἐκληρονόμησαν ἐπ αὐτῆς καὶ ηὐξήθησαν καὶ ἐπληθύνθησαν σφόδρα |
| [28]And he lyuede therynne sixtene yeer; and alle the daies of his lijf weren maad of an hundrid and seuene and fourti yeer. |
[28]ἐπέζησεν δὲ ιακωβ ἐν γῇ αἰγύπτῳ δέκα ἑπτὰ ἔτη ἐγένοντο δὲ αἱ ἡμέραι ιακωβ ἐνιαυτῶν τῆς ζωῆς αὐτοῦ ἑκατὸν τεσσαράκοντα ἑπτὰ ἔτη |
| [29]And whanne he seiy the dai of deeth nyye, he clepide his sone Joseph, and seide to hym, If Y haue founde grace in thi siyt; putte thin hond vndur myn hipe, and thou schal do merci and treuthe to me, that thou birie not me in Egipt; |
[29]ἤγγισαν δὲ αἱ ἡμέραι ισραηλ τοῦ ἀποθανεῖν καὶ ἐκάλεσεν τὸν υἱὸν αὐτοῦ ιωσηφ καὶ εἶπεν αὐτῷ εἰ εὕρηκα χάριν ἐναντίον σου ὑπόθες τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου καὶ ποιήσεις ἐπ ἐμὲ ἐλεημοσύνην καὶ ἀλήθειαν τοῦ μή με θάψαι ἐν αἰγύπτῳ |
| [30]but `Y schal slepe with my fadris, and take thou awey me fro this lond, and birie in the sepulcre of my grettere. To whom Joseph answeride, Y schal do that that thou comaundist. |
[30]ἀλλὰ κοιμηθήσομαι μετὰ τῶν πατέρων μου καὶ ἀρεῖς με ἐξ αἰγύπτου καὶ θάψεις με ἐν τῷ τάφῳ αὐτῶν ὁ δὲ εἶπεν ἐγὼ ποιήσω κατὰ τὸ ῥῆμά σου |
| [31]And Israel seide, Therfor swere thou to me; and whanne Joseph swoor, Israel turnede to the heed of the bed, and worschipide God. |
[31]εἶπεν δέ ὄμοσόν μοι καὶ ὤμοσεν αὐτῷ καὶ προσεκύνησεν ισραηλ ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ |