|
|
| [1]ἐγένετο δὲ μετὰ τὰ ῥήματα ταῦτα καὶ ἀπηγγέλη τῷ ιωσηφ ὅτι ὁ πατήρ σου ἐνοχλεῖται καὶ ἀναλαβὼν τοὺς δύο υἱοὺς αὐτοῦ τὸν μανασση καὶ τὸν εφραιμ ἦλθεν πρὸς ιακωβ |
[1]AND it came to pass after these things that Joseph was told, Behold, your father is sick; and he took with him his two sons, Manasseh and Ephraim. |
| [2]ἀπηγγέλη δὲ τῷ ιακωβ λέγοντες ἰδοὺ ὁ υἱός σου ιωσηφ ἔρχεται πρὸς σέ καὶ ἐνισχύσας ισραηλ ἐκάθισεν ἐπὶ τὴν κλίνην |
[2]And they informed Jacob, and said to him, Behold, your son Joseph has come to you; and Israel strengthened himself, and sat up on the bed. |
| [3]καὶ εἶπεν ιακωβ τῷ ιωσηφ ὁ θεός μου ὤφθη μοι ἐν λουζα ἐν γῇ χανααν καὶ εὐλόγησέν με |
[3]And Jacob said to Joseph, God Almighty appeared to me at Luz in the land of Canaan and blessed me, |
| [4]καὶ εἶπέν μοι ἰδοὺ ἐγὼ αὐξανῶ σε καὶ πληθυνῶ σε καὶ ποιήσω σε εἰς συναγωγὰς ἐθνῶν καὶ δώσω σοι τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου μετὰ σὲ εἰς κατάσχεσιν αἰώνιον |
[4]And he said to me, Behold, I will bless you, and multiply you, and I will make of you a multitude of peoples; and I will give this land to your descendants after you for an everlasting possession. |
| [5]νῦν οὖν οἱ δύο υἱοί σου οἱ γενόμενοί σοι ἐν αἰγύπτῳ πρὸ τοῦ με ἐλθεῖν πρὸς σὲ εἰς αἴγυπτον ἐμοί εἰσιν εφραιμ καὶ μανασση ὡς ρουβην καὶ συμεων ἔσονταί μοι |
[5]And now your two sons, Ephraim and Manasseh, who were born to you in the land of Egypt before I came to you into the land of Egypt, are mine; as Reuben and Simeon, they shall be mine. |
| [6]τὰ δὲ ἔκγονα ἃ ἐὰν γεννήσῃς μετὰ ταῦτα σοὶ ἔσονται ἐπὶ τῷ ὀνόματι τῶν ἀδελφῶν αὐτῶν κληθήσονται ἐν τοῖς ἐκείνων κλήροις |
[6]But the children that you begot after them shall be yours, and shall be called after the name of their brothers when they come into their inheritance. |
| [7]ἐγὼ δὲ ἡνίκα ἠρχόμην ἐκ μεσοποταμίας τῆς συρίας ἀπέθανεν ραχηλ ἡ μήτηρ σου ἐν γῇ χανααν ἐγγίζοντός μου κατὰ τὸν ἱππόδρομον χαβραθα τῆς γῆς τοῦ ἐλθεῖν εφραθα καὶ κατώρυξα αὐτὴν ἐν τῇ ὁδῷ τοῦ ἱπποδρόμου αὕτη ἐστὶν βαιθλεεμ |
[7]And as for me, when I was coming from Padan-aram, Rachel died at my side in the land of Canaan on the way, within the distance of three or four miles from the entrance to Ephrath; and I buried her there on the road to Ephrath; the same is Bethlehem |
| [8]ἰδὼν δὲ ισραηλ τοὺς υἱοὺς ιωσηφ εἶπεν τίνες σοι οὗτοι |
[8]And when Israel saw Joseph's sons, he said to him, Who are these? |
| [9]εἶπεν δὲ ιωσηφ τῷ πατρὶ αὐτοῦ υἱοί μού εἰσιν οὓς ἔδωκέν μοι ὁ θεὸς ἐνταῦθα καὶ εἶπεν ιακωβ προσάγαγέ μοι αὐτούς ἵνα εὐλογήσω αὐτούς |
[9]And Joseph said to his father, They are my sons whom God has given me in this place. And he said, Bring them near me, and I will bless them. |
| [10]οἱ δὲ ὀφθαλμοὶ ισραηλ ἐβαρυώπησαν ἀπὸ τοῦ γήρους καὶ οὐκ ἠδύνατο βλέπειν καὶ ἤγγισεν αὐτοὺς πρὸς αὐτόν καὶ ἐφίλησεν αὐτοὺς καὶ περιέλαβεν αὐτούς |
[10]Now the eyes of Israel were dim because of age, so that he could not see well. And Joseph brought them near to him; and he kissed them and embraced them. |
| [11]καὶ εἶπεν ισραηλ πρὸς ιωσηφ ἰδοὺ τοῦ προσώπου σου οὐκ ἐστερήθην καὶ ἰδοὺ ἔδειξέν μοι ὁ θεὸς καὶ τὸ σπέρμα σου |
[11]And Israel said to Joseph, I had not thought to see your face; and, 1o, God has shown me your children also. |
| [12]καὶ ἐξήγαγεν ιωσηφ αὐτοὺς ἀπὸ τῶν γονάτων αὐτοῦ καὶ προσεκύνησαν αὐτῷ ἐπὶ πρόσωπον ἐπὶ τῆς γῆς |
[12]And Joseph removed them from before his knees, and they bowed themselves before him with their faces to the ground. |
| [13]λαβὼν δὲ ιωσηφ τοὺς δύο υἱοὺς αὐτοῦ τόν τε εφραιμ ἐν τῇ δεξιᾷ ἐξ ἀριστερῶν δὲ ισραηλ τὸν δὲ μανασση ἐν τῇ ἀριστερᾷ ἐκ δεξιῶν δὲ ισραηλ ἤγγισεν αὐτοὺς αὐτῷ |
[13]Then Joseph took both of his sons, Ephraim in his right hand toward Israel's left hand, and Manasseh in his left hand toward Israel's right hand, and brought them near to him. |
| [14]ἐκτείνας δὲ ισραηλ τὴν χεῖρα τὴν δεξιὰν ἐπέβαλεν ἐπὶ τὴν κεφαλὴν εφραιμ οὗτος δὲ ἦν ὁ νεώτερος καὶ τὴν ἀριστερὰν ἐπὶ τὴν κεφαλὴν μανασση ἐναλλὰξ τὰς χεῖρας |
[14]And Israel stretched out his right hand, and laid it upon Ephraim's head, who was the younger, and his left hand upon Manasseh's head; he changed the position of his hands wittingly, even though Manasseh was the first-born. |
| [15]καὶ ηὐλόγησεν αὐτοὺς καὶ εἶπεν ὁ θεός ᾧ εὐηρέστησαν οἱ πατέρες μου ἐναντίον αὐτοῦ αβρααμ καὶ ισαακ ὁ θεὸς ὁ τρέφων με ἐκ νεότητος ἕως τῆς ἡμέρας ταύτης |
[15]And Jacob blessed Joseph his son, saying, The God before whom my fathers Abraham and Isaac walked righteously, the God who has supplied my needs from my youth to this day, |
| [16]ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν εὐλογήσαι τὰ παιδία ταῦτα καὶ ἐπικληθήσεται ἐν αὐτοῖς τὸ ὄνομά μου καὶ τὸ ὄνομα τῶν πατέρων μου αβρααμ καὶ ισαακ καὶ πληθυνθείησαν εἰς πλῆθος πολὺ ἐπὶ τῆς γῆς |
[16]The angel who has delivered me from all evil, bless the lads; and let them bear my name and the names of my fathers, Abraham and Isaac; and let them grow and multiply in the midst of the earth. |
| [17]ἰδὼν δὲ ιωσηφ ὅτι ἐπέβαλεν ὁ πατὴρ τὴν δεξιὰν αὐτοῦ ἐπὶ τὴν κεφαλὴν εφραιμ βαρὺ αὐτῷ κατεφάνη καὶ ἀντελάβετο ιωσηφ τῆς χειρὸς τοῦ πατρὸς αὐτοῦ ἀφελεῖν αὐτὴν ἀπὸ τῆς κεφαλῆς εφραιμ ἐπὶ τὴν κεφαλὴν μανασση |
[17]And when Joseph saw that his father laid his right hand upon the head of Ephraim, it displeased him; and he held up his father's hand, to remove it from Ephraim's head to Manasseh's head. |
| [18]εἶπεν δὲ ιωσηφ τῷ πατρὶ αὐτοῦ οὐχ οὕτως πάτερ οὗτος γὰρ ὁ πρωτότοκος ἐπίθες τὴν δεξιάν σου ἐπὶ τὴν κεφαλὴν αὐτοῦ |
[18]And Joseph said to his father, Not so, my father; for this is the first-born; put your right hand upon his head. |
| [19]καὶ οὐκ ἠθέλησεν ἀλλὰ εἶπεν οἶδα τέκνον οἶδα καὶ οὗτος ἔσται εἰς λαόν καὶ οὗτος ὑψωθήσεται ἀλλὰ ὁ ἀδελφὸς αὐτοῦ ὁ νεώτερος μείζων αὐτοῦ ἔσται καὶ τὸ σπέρμα αὐτοῦ ἔσται εἰς πλῆθος ἐθνῶν |
[19]But his father refused, and said, I know it, my son, I know it; he also shall become a people, and he also shall be great: but his younger brother shall be greater than he, and his descendants shall become a multitude of peoples. |
| [20]καὶ εὐλόγησεν αὐτοὺς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων ἐν ὑμῖν εὐλογηθήσεται ισραηλ λέγοντες ποιήσαι σε ὁ θεὸς ὡς εφραιμ καὶ ὡς μανασση καὶ ἔθηκεν τὸν εφραιμ ἔμπροσθεν τοῦ μανασση |
[20]And he blessed them that day, saying, By you shall Israel bless, and they shall say, May God make you as Ephraim and as Manasseh; and thus he set Ephraim before Manasseh. |
| [21]εἶπεν δὲ ισραηλ τῷ ιωσηφ ἰδοὺ ἐγὼ ἀποθνῄσκω καὶ ἔσται ὁ θεὸς μεθ ὑμῶν καὶ ἀποστρέψει ὑμᾶς εἰς τὴν γῆν τῶν πατέρων ὑμῶν |
[21]Then Israel said to Joseph, Behold, I am dying, but God shall be with you, and bring you again to the land of your fathers. |
| [22]ἐγὼ δὲ δίδωμί σοι σικιμα ἐξαίρετον ὑπὲρ τοὺς ἀδελφούς σου ἣν ἔλαβον ἐκ χειρὸς αμορραίων ἐν μαχαίρᾳ μου καὶ τόξῳ |
[22]Moreover I have given to you one portion of the land more than our brothers, which I took from the and of the Amorites with my sword and with my bow |