«
The Septuagint
LXX
Peshitta (Lamsa, 1933)
Pes(Lam)
[1]αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων ᾗ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν αδαμ κατ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν [1]THIS is the book of the generations of Adam. In the day that God created man, in the likeness of God created he him;
[2]ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς καὶ εὐλόγησεν αὐτούς καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτῶν αδαμ ᾗ ἡμέρᾳ ἐποίησεν αὐτούς [2]Male and female he created them; and God blessed them, and called their name Adam, in the day when they were created.
[3]ἔζησεν δὲ αδαμ διακόσια καὶ τριάκοντα ἔτη καὶ ἐγέννησεν κατὰ τὴν ἰδέαν αὐτοῦ καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ σηθ [3]And Adam lived a hundred and thirty years, and begot a son in his own likeness, after his image; and called his name Seth;
[4]ἐγένοντο δὲ αἱ ἡμέραι αδαμ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν σηθ ἑπτακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας [4]And Adam lived after he had begotten Seth eight hundred years; and he begot sons and daughters.
[5]καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι αδαμ ἃς ἔζησεν ἐννακόσια καὶ τριάκοντα ἔτη καὶ ἀπέθανεν [5]Thus all the days that Adam lived were nine hundred and thirty years, and he died
[6]ἔζησεν δὲ σηθ διακόσια καὶ πέντε ἔτη καὶ ἐγέννησεν τὸν ενως [6]And Seth lived a hundred and five years, and begot Enosh;
[7]καὶ ἔζησεν σηθ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν ενως ἑπτακόσια καὶ ἑπτὰ ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας [7]And Seth lived after he begot Enosh eight hundred and seven years, and begot sons and daughters;
[8]καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι σηθ ἐννακόσια καὶ δώδεκα ἔτη καὶ ἀπέθανεν [8]And all the days of Seth were pine hundred and twelve years, and he died.
[9]καὶ ἔζησεν ενως ἑκατὸν ἐνενήκοντα ἔτη καὶ ἐγέννησεν τὸν καιναν [9]And Enosh lived ninety years, and begot Cainan;
[10]καὶ ἔζησεν ενως μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν καιναν ἑπτακόσια καὶ δέκα πέντε ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας [10]And Enosh lived after he begot Cainan eight hundred and fifteen years, and begot sons and daughters;
[11]καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι ενως ἐννακόσια καὶ πέντε ἔτη καὶ ἀπέθανεν [11]And all the days of Enosh were nine hundred and five years, and he died.
[12]καὶ ἔζησεν καιναν ἑκατὸν ἑβδομήκοντα ἔτη καὶ ἐγέννησεν τὸν μαλελεηλ [12]And Cainan lived seventy years, and begot Mahlalael;
[13]καὶ ἔζησεν καιναν μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν μαλελεηλ ἑπτακόσια καὶ τεσσαράκοντα ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας [13]And Cainan lived after he begot Mahlalael eight hundred and forty years, and begot sons and daughters;
[14]καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι καιναν ἐννακόσια καὶ δέκα ἔτη καὶ ἀπέθανεν [14]And all the days of Cainan were nine hundred and ten years, and he died.
[15]καὶ ἔζησεν μαλελεηλ ἑκατὸν καὶ ἑξήκοντα πέντε ἔτη καὶ ἐγέννησεν τὸν ιαρεδ [15]And Mahlalael lived sixty and five years, and begot Jared;
[16]καὶ ἔζησεν μαλελεηλ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν ιαρεδ ἑπτακόσια καὶ τριάκοντα ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας [16]And Mahlalael lived after he begot Jared eight hundred and thirty years, and begot sons and daughters.
[17]καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι μαλελεηλ ὀκτακόσια καὶ ἐνενήκοντα πέντε ἔτη καὶ ἀπέθανεν [17]And all the days of Mahlalael were eight hundred ninety and five years, and he died.
[18]καὶ ἔζησεν ιαρεδ ἑκατὸν καὶ ἑξήκοντα δύο ἔτη καὶ ἐγέννησεν τὸν ενωχ [18]And Jared lived a hundred sixty and two years, and he begot Enoch:
[19]καὶ ἔζησεν ιαρεδ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν ενωχ ὀκτακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας [19]And Jared lived after he begot Enoch eight hundred years, and begot sons and daughters;
[20]καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι ιαρεδ ἐννακόσια καὶ ἑξήκοντα δύο ἔτη καὶ ἀπέθανεν [20]And all the days of Jared were nine hundred sixty and two years, and he died
[21]καὶ ἔζησεν ενωχ ἑκατὸν καὶ ἑξήκοντα πέντε ἔτη καὶ ἐγέννησεν τὸν μαθουσαλα [21]And Enoch lived sixty and five years, and begot Methuselah;
[22]εὐηρέστησεν δὲ ενωχ τῷ θεῷ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν μαθουσαλα διακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας [22]And Enoch found favor in the presence of God three hundred years after he begot Methuselah, and begot sons and daughters;
[23]καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι ενωχ τριακόσια ἑξήκοντα πέντε ἔτη [23]And all the days of Enoch were three hundred sixty-five years;
[24]καὶ εὐηρέστησεν ενωχ τῷ θεῷ καὶ οὐχ ηὑρίσκετο ὅτι μετέθηκεν αὐτὸν ὁ θεός [24]And Enoch found favor in the presence of God, and disappeared; for God took him away
[25]καὶ ἔζησεν μαθουσαλα ἑκατὸν καὶ ἑξήκοντα ἑπτὰ ἔτη καὶ ἐγέννησεν τὸν λαμεχ [25]And Methuselah lived a hundred eighty-seven years, and begot Lamech;
[26]καὶ ἔζησεν μαθουσαλα μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν λαμεχ ὀκτακόσια δύο ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας [26]And Methuselah lived after he begot Lamech seven hundred and eighty-two years, and begot sons and daughters;
[27]καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι μαθουσαλα ἃς ἔζησεν ἐννακόσια καὶ ἑξήκοντα ἐννέα ἔτη καὶ ἀπέθανεν [27]And all the days of Methuselah were nine hundred sixty-nine years, and he died
[28]καὶ ἔζησεν λαμεχ ἑκατὸν ὀγδοήκοντα ὀκτὼ ἔτη καὶ ἐγέννησεν υἱὸν [28]And Lamech lived a hundred eighty-two years, and begot a son;
[29]καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ νωε λέγων οὗτος διαναπαύσει ἡμᾶς ἀπὸ τῶν ἔργων ἡμῶν καὶ ἀπὸ τῶν λυπῶν τῶν χειρῶν ἡμῶν καὶ ἀπὸ τῆς γῆς ἧς κατηράσατο κύριος ὁ θεός [29]And he called his name Noah, saying, This one shall comfort us concerning our work and the toil of our hands, because of the ground which the LORD has cursed.
[30]καὶ ἔζησεν λαμεχ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν νωε πεντακόσια καὶ ἑξήκοντα πέντε ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας [30]And Lamech lived after he begot Noah five hundred ninety-five years, and begot sons and daughters.
[31]καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι λαμεχ ἑπτακόσια καὶ πεντήκοντα τρία ἔτη καὶ ἀπέθανεν [31]Thus all the days of Lamech were seven hundred seventy-seven years, and he died.
[32]καὶ ἦν νωε ἐτῶν πεντακοσίων καὶ ἐγέννησεν νωε τρεῖς υἱούς τὸν σημ τὸν χαμ τὸν ιαφεθ [32]And Noah was five hundred years old, and Noah begot Shem, Ham, and Japheth
Source: sacred-texts.org
Author: George M. Lamsa
Source: studybible.info
Top