SBL Greek NT (2010)
SBL
➕
←
Hebrews
Heb
3
→
[
1
]
Ὅθεν,
ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν ⸀Ἰησοῦν,
[
2
]
πιστὸν
ὄντα τῷ ποιήσαντι αὐτὸν ὡς καὶ Μωϋσῆς ⸀ἐν τῷ οἴκῳ αὐτοῦ.
[
3
]
πλείονος
γὰρ ⸂οὗτος δόξης⸃ παρὰ Μωϋσῆν ἠξίωται καθʼ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν·
[
4
]
πᾶς
γὰρ οἶκος κατασκευάζεται ὑπό τινος, ὁ ⸀δὲ πάντα κατασκευάσας θεός.
[
5
]
καὶ
Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων εἰς μαρτύριον τῶν λαληθησομένων,
[
6
]
Χριστὸς
δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ· ⸀ὃς οἶκός ἐσμεν ἡμεῖς, ⸀ἐὰν τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ⸀ἐλπίδος κατάσχωμεν.
[
7
]
Διό,
καθὼς λέγει τὸ πνεῦμα τὸ ἅγιον· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε,
[
8
]
μὴ
σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ, κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ,
[
9
]
οὗ
⸀ἐπείρασαν οἱ πατέρες ὑμῶν ⸂ἐν δοκιμασίᾳ⸃ καὶ εἶδον τὰ ἔργα μου
[
10
]
τεσσεράκοντα
ἔτη· διὸ προσώχθισα τῇ γενεᾷ ⸀ταύτῃ καὶ εἶπον· Ἀεὶ πλανῶνται τῇ καρδίᾳ· αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου·
[
11
]
ὡς
ὤμοσα ἐν τῇ ὀργῇ μου· Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.
[
12
]
βλέπετε,
ἀδελφοί, μήποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ θεοῦ ζῶντος,
[
13
]
ἀλλὰ
παρακαλεῖτε ἑαυτοὺς καθʼ ἑκάστην ἡμέραν, ἄχρις οὗ τὸ Σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇ ⸂τις ἐξ ὑμῶν⸃ ἀπάτῃ τῆς ἁμαρτίας·
[
14
]
μέτοχοι
γὰρ ⸂τοῦ Χριστοῦ γεγόναμεν⸃, ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν.
[
15
]
ἐν
τῷ λέγεσθαι· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, Μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ.
[
16
]
τίνες
γὰρ ἀκούσαντες παρεπίκραναν; ἀλλʼ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωϋσέως;
[
17
]
τίσιν
δὲ προσώχθισεν τεσσεράκοντα ἔτη; οὐχὶ τοῖς ἁμαρτήσασιν, ὧν τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήμῳ;
[
18
]
τίσιν
δὲ ὤμοσεν μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ εἰ μὴ τοῖς ἀπειθήσασιν;
[
19
]
καὶ
βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν διʼ ἀπιστίαν.
Credit
Author: Michael W. Holmes (2010)
Source:
www.sblgnt.com
See information...
Top