The Septuagint
LXX
➕
←
Hosea
Hos
10
→
[
1
]
ἄμπελος
εὐκληματοῦσα ισραηλ ὁ καρπὸς αὐτῆς εὐθηνῶν κατὰ τὸ πλῆθος τῶν καρπῶν αὐτοῦ ἐπλήθυνεν τὰ θυσιαστήρια κατὰ τὰ ἀγαθὰ τῆς γῆς αὐτοῦ ᾠκοδόμησεν στήλας
[
2
]
ἐμέρισαν
καρδίας αὐτῶν νῦν ἀφανισθήσονται αὐτὸς κατασκάψει τὰ θυσιαστήρια αὐτῶν ταλαιπωρήσουσιν αἱ στῆλαι αὐτῶν
[
3
]
διότι
νῦν ἐροῦσιν οὐκ ἔστιν βασιλεὺς ἡμῖν ὅτι οὐκ ἐφοβήθημεν τὸν κύριον ὁ δὲ βασιλεὺς τί ποιήσει ἡμῖν
[
4
]
λαλῶν
ῥήματα προφάσεις ψευδεῖς διαθήσεται διαθήκην ἀνατελεῖ ὡς ἄγρωστις κρίμα ἐπὶ χέρσον ἀγροῦ
[
5
]
τῷ
μόσχῳ τοῦ οἴκου ων παροικήσουσιν οἱ κατοικοῦντες σαμάρειαν ὅτι ἐπένθησεν ὁ λαὸς αὐτοῦ ἐπ αὐτόν καὶ καθὼς παρεπίκραναν αὐτόν ἐπιχαροῦνται ἐπὶ τὴν δόξαν αὐτοῦ ὅτι μετῳκίσθη ἀπ αὐτοῦ
[
6
]
καὶ
αὐτὸν εἰς ἀσσυρίους δήσαντες ἀπήνεγκαν ξένια τῷ βασιλεῖ ιαριμ ἐν δόματι εφραιμ δέξεται καὶ αἰσχυνθήσεται ισραηλ ἐν τῇ βουλῇ αὐτοῦ
[
7
]
ἀπέρριψεν
σαμάρεια βασιλέα αὐτῆς ὡς φρύγανον ἐπὶ προσώπου ὕδατος
[
8
]
καὶ
ἐξαρθήσονται βωμοὶ ων ἁμαρτήματα τοῦ ισραηλ ἄκανθαι καὶ τρίβολοι ἀναβήσονται ἐπὶ τὰ θυσιαστήρια αὐτῶν καὶ ἐροῦσιν τοῖς ὄρεσιν καλύψατε ἡμᾶς καὶ τοῖς βουνοῖς πέσατε ἐφ ἡμᾶς
[
9
]
ἀφ
οὗ οἱ βουνοί ἥμαρτεν ισραηλ ἐκεῖ ἔστησαν οὐ μὴ καταλάβῃ αὐτοὺς ἐν τῷ βουνῷ πόλεμος ἐπὶ τὰ τέκνα ἀδικίας
[
10
]
ἦλθεν
παιδεῦσαι αὐτούς καὶ συναχθήσονται ἐπ αὐτοὺς λαοὶ ἐν τῷ παιδεύεσθαι αὐτοὺς ἐν ταῖς δυσὶν ἀδικίαις αὐτῶν
[
11
]
εφραιμ
δάμαλις δεδιδαγμένη ἀγαπᾶν νεῖκος ἐγὼ δὲ ἐπελεύσομαι ἐπὶ τὸ κάλλιστον τοῦ τραχήλου αὐτῆς ἐπιβιβῶ εφραιμ καὶ παρασιωπήσομαι ιουδαν ἐνισχύσει αὐτῷ ιακωβ
[
12
]
σπείρατε
ἑαυτοῖς εἰς δικαιοσύνην τρυγήσατε εἰς καρπὸν ζωῆς φωτίσατε ἑαυτοῖς φῶς γνώσεως ἐκζητήσατε τὸν κύριον ἕως τοῦ ἐλθεῖν γενήματα δικαιοσύνης ὑμῖν
[
13
]
ἵνα
τί παρεσιωπήσατε ἀσέβειαν καὶ τὰς ἀδικίας αὐτῆς ἐτρυγήσατε ἐφάγετε καρπὸν ψευδῆ ὅτι ἤλπισας ἐν τοῖς ἅρμασίν σου ἐν πλήθει δυνάμεώς σου
[
14
]
καὶ
ἐξαναστήσεται ἀπώλεια ἐν τῷ λαῷ σου καὶ πάντα τὰ περιτετειχισμένα σου οἰχήσεται ὡς ἄρχων σαλαμαν ἐκ τοῦ οἴκου ιεροβααλ ἐν ἡμέραις πολέμου μητέρα ἐπὶ τέκνοις ἠδάφισαν
[
15
]
οὕτως
ποιήσω ὑμῖν οἶκος τοῦ ισραηλ ἀπὸ προσώπου κακιῶν ὑμῶν ὄρθρου ἀπερρίφησαν ἀπερρίφη βασιλεὺς ισραηλ
Credit
Source:
sacred-texts.org
Top