The Septuagint
LXX
➕
←
Isaiah
Isa
11
→
[
1
]
καὶ
ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης ιεσσαι καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται
[
2
]
καὶ
ἀναπαύσεται ἐπ αὐτὸν πνεῦμα τοῦ θεοῦ πνεῦμα σοφίας καὶ συνέσεως πνεῦμα βουλῆς καὶ ἰσχύος πνεῦμα γνώσεως καὶ εὐσεβείας
[
3
]
ἐμπλήσει
αὐτὸν πνεῦμα φόβου θεοῦ οὐ κατὰ τὴν δόξαν κρινεῖ οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει
[
4
]
ἀλλὰ
κρινεῖ ταπεινῷ κρίσιν καὶ ἐλέγξει τοὺς ταπεινοὺς τῆς γῆς καὶ πατάξει γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ καὶ ἐν πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβῆ
[
5
]
καὶ
ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ καὶ ἀληθείᾳ εἰλημένος τὰς πλευράς
[
6
]
καὶ
συμβοσκηθήσεται λύκος μετὰ ἀρνός καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ καὶ μοσχάριον καὶ ταῦρος καὶ λέων ἅμα βοσκηθήσονται καὶ παιδίον μικρὸν ἄξει αὐτούς
[
7
]
καὶ
βοῦς καὶ ἄρκος ἅμα βοσκηθήσονται καὶ ἅμα τὰ παιδία αὐτῶν ἔσονται καὶ λέων καὶ βοῦς ἅμα φάγονται ἄχυρα
[
8
]
καὶ
παιδίον νήπιον ἐπὶ τρώγλην ἀσπίδων καὶ ἐπὶ κοίτην ἐκγόνων ἀσπίδων τὴν χεῖρα ἐπιβαλεῖ
[
9
]
καὶ
οὐ μὴ κακοποιήσωσιν οὐδὲ μὴ δύνωνται ἀπολέσαι οὐδένα ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου ὅτι ἐνεπλήσθη ἡ σύμπασα τοῦ γνῶναι τὸν κύριον ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας
[
10
]
καὶ
ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ ιεσσαι καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν ἐπ αὐτῷ ἔθνη ἐλπιοῦσιν καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή
[
11
]
καὶ
ἔσται τῇ ἡμέρᾳ ἐκείνῃ προσθήσει κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ τοῦ ζηλῶσαι τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ ὃ ἂν καταλειφθῇ ἀπὸ τῶν ἀσσυρίων καὶ ἀπὸ αἰγύπτου καὶ βαβυλωνίας καὶ αἰθιοπίας καὶ ἀπὸ αιλαμιτῶν καὶ ἀπὸ ἡλίου ἀνατολῶν καὶ ἐξ ἀραβίας
[
12
]
καὶ
ἀρεῖ σημεῖον εἰς τὰ ἔθνη καὶ συνάξει τοὺς ἀπολομένους ισραηλ καὶ τοὺς διεσπαρμένους τοῦ ιουδα συνάξει ἐκ τῶν τεσσάρων πτερύγων τῆς γῆς
[
13
]
καὶ
ἀφαιρεθήσεται ὁ ζῆλος εφραιμ καὶ οἱ ἐχθροὶ ιουδα ἀπολοῦνται εφραιμ οὐ ζηλώσει ιουδαν καὶ ιουδας οὐ θλίψει εφραιμ
[
14
]
καὶ
πετασθήσονται ἐν πλοίοις ἀλλοφύλων θάλασσαν ἅμα προνομεύσουσιν καὶ τοὺς ἀφ ἡλίου ἀνατολῶν καὶ ιδουμαίαν καὶ ἐπὶ μωαβ πρῶτον τὰς χεῖρας ἐπιβαλοῦσιν οἱ δὲ υἱοὶ αμμων πρῶτοι ὑπακούσονται
[
15
]
καὶ
ἐρημώσει κύριος τὴν θάλασσαν αἰγύπτου καὶ ἐπιβαλεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν πνεύματι βιαίῳ καὶ πατάξει ἑπτὰ φάραγγας ὥστε διαπορεύεσθαι αὐτὸν ἐν ὑποδήμασιν
[
16
]
καὶ
ἔσται δίοδος τῷ καταλειφθέντι μου λαῷ ἐν αἰγύπτῳ καὶ ἔσται τῷ ισραηλ ὡς ἡ ἡμέρα ὅτε ἐξῆλθεν ἐκ γῆς αἰγύπτου
Credit
Source:
sacred-texts.org
Top