The Septuagint
LXX
➕
←
Isaiah
Isa
13
→
[
1
]
ὅρασις
ἣν εἶδεν ησαιας υἱὸς αμως κατὰ βαβυλῶνος
[
2
]
ἐπ
ὄρους πεδινοῦ ἄρατε σημεῖον ὑψώσατε τὴν φωνὴν αὐτοῖς μὴ φοβεῖσθε παρακαλεῖτε τῇ χειρί ἀνοίξατε οἱ ἄρχοντες
[
3
]
ἐγὼ
συντάσσω καὶ ἐγὼ ἄγω αὐτούς ἡγιασμένοι εἰσίν καὶ ἐγὼ ἄγω αὐτούς γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου χαίροντες ἅμα καὶ ὑβρίζοντες
[
4
]
φωνὴ
ἐθνῶν πολλῶν ἐπὶ τῶν ὀρέων ὁμοία ἐθνῶν πολλῶν φωνὴ βασιλέων καὶ ἐθνῶν συνηγμένων κύριος σαβαωθ ἐντέταλται ἔθνει ὁπλομάχῳ
[
5
]
ἔρχεσθαι
ἐκ γῆς πόρρωθεν ἀπ ἄκρου θεμελίου τοῦ οὐρανοῦ κύριος καὶ οἱ ὁπλομάχοι αὐτοῦ τοῦ καταφθεῖραι τὴν οἰκουμένην ὅλην
[
6
]
ὀλολύζετε
ἐγγὺς γὰρ ἡ ἡμέρα κυρίου καὶ συντριβὴ παρὰ τοῦ θεοῦ ἥξει
[
7
]
διὰ
τοῦτο πᾶσα χεὶρ ἐκλυθήσεται καὶ πᾶσα ψυχὴ ἀνθρώπου δειλιάσει
[
8
]
καὶ
ταραχθήσονται οἱ πρέσβεις καὶ ὠδῖνες αὐτοὺς ἕξουσιν ὡς γυναικὸς τικτούσης καὶ συμφοράσουσιν ἕτερος πρὸς τὸν ἕτερον καὶ ἐκστήσονται καὶ τὸ πρόσωπον αὐτῶν ὡς φλὸξ μεταβαλοῦσιν
[
9
]
ἰδοὺ
γὰρ ἡμέρα κυρίου ἀνίατος ἔρχεται θυμοῦ καὶ ὀργῆς θεῖναι τὴν οἰκουμένην ὅλην ἔρημον καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσαι ἐξ αὐτῆς
[
10
]
οἱ
γὰρ ἀστέρες τοῦ οὐρανοῦ καὶ ὁ ὠρίων καὶ πᾶς ὁ κόσμος τοῦ οὐρανοῦ τὸ φῶς οὐ δώσουσιν καὶ σκοτισθήσεται τοῦ ἡλίου ἀνατέλλοντος καὶ ἡ σελήνη οὐ δώσει τὸ φῶς αὐτῆς
[
11
]
καὶ
ἐντελοῦμαι τῇ οἰκουμένῃ ὅλῃ κακὰ καὶ τοῖς ἀσεβέσιν τὰς ἁμαρτίας αὐτῶν καὶ ἀπολῶ ὕβριν ἀνόμων καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω
[
12
]
καὶ
ἔσονται οἱ καταλελειμμένοι ἔντιμοι μᾶλλον ἢ τὸ χρυσίον τὸ ἄπυρον καὶ ὁ ἄνθρωπος μᾶλλον ἔντιμος ἔσται ἢ ὁ λίθος ὁ ἐκ σουφιρ
[
13
]
ὁ
γὰρ οὐρανὸς θυμωθήσεται καὶ ἡ γῆ σεισθήσεται ἐκ τῶν θεμελίων αὐτῆς διὰ θυμὸν ὀργῆς κυρίου σαβαωθ τῇ ἡμέρᾳ ᾗ ἂν ἐπέλθῃ ὁ θυμὸς αὐτοῦ
[
14
]
καὶ
ἔσονται οἱ καταλελειμμένοι ὡς δορκάδιον φεῦγον καὶ ὡς πρόβατον πλανώμενον καὶ οὐκ ἔσται ὁ συνάγων ὥστε ἄνθρωπον εἰς τὸν λαὸν αὐτοῦ ἀποστραφῆναι καὶ ἄνθρωπον εἰς τὴν χώραν αὐτοῦ διῶξαι
[
15
]
ὃς
γὰρ ἂν ἁλῷ ἡττηθήσεται καὶ οἵτινες συνηγμένοι εἰσίν μαχαίρᾳ πεσοῦνται
[
16
]
καὶ
τὰ τέκνα αὐτῶν ἐνώπιον αὐτῶν ῥάξουσιν καὶ τὰς οἰκίας αὐτῶν προνομεύσουσιν καὶ τὰς γυναῖκας αὐτῶν ἕξουσιν
[
17
]
ἰδοὺ
ἐπεγείρω ὑμῖν τοὺς μήδους οἳ οὐ λογίζονται ἀργύριον οὐδὲ χρυσίου χρείαν ἔχουσιν
[
18
]
τοξεύματα
νεανίσκων συντρίψουσιν καὶ τὰ τέκνα ὑμῶν οὐ μὴ ἐλεήσωσιν οὐδὲ ἐπὶ τοῖς τέκνοις οὐ φείσονται οἱ ὀφθαλμοὶ αὐτῶν
[
19
]
καὶ
ἔσται βαβυλών ἣ καλεῖται ἔνδοξος ὑπὸ βασιλέως χαλδαίων ὃν τρόπον κατέστρεψεν ὁ θεὸς σοδομα καὶ γομορρα
[
20
]
οὐ
κατοικηθήσεται εἰς τὸν αἰῶνα χρόνον οὐδὲ μὴ εἰσέλθωσιν εἰς αὐτὴν διὰ πολλῶν γενεῶν οὐδὲ μὴ διέλθωσιν αὐτὴν ἄραβες οὐδὲ ποιμένες οὐ μὴ ἀναπαύσωνται ἐν αὐτῇ
[
21
]
καὶ
ἀναπαύσονται ἐκεῖ θηρία καὶ ἐμπλησθήσονται αἱ οἰκίαι ἤχου καὶ ἀναπαύσονται ἐκεῖ σειρῆνες καὶ δαιμόνια ἐκεῖ ὀρχήσονται
[
22
]
καὶ
ὀνοκένταυροι ἐκεῖ κατοικήσουσιν καὶ νοσσοποιήσουσιν ἐχῖνοι ἐν τοῖς οἴκοις αὐτῶν ταχὺ ἔρχεται καὶ οὐ χρονιεῖ
Credit
Source:
sacred-texts.org
Top