[1]τὸ ὅραμα τύρου ὀλολύζετε πλοῖα καρχηδόνος ὅτι ἀπώλετο καὶ οὐκέτι ἔρχονται ἐκ γῆς κιτιαίων ἦκται αἰχμάλωτος [2]τίνι ὅμοιοι γεγόνασιν οἱ ἐνοικοῦντες ἐν τῇ νήσῳ μεταβόλοι φοινίκης διαπερῶντες τὴν θάλασσαν [3]ἐν ὕδατι πολλῷ σπέρμα μεταβόλων ὡς ἀμητοῦ εἰσφερομένου οἱ μεταβόλοι τῶν ἐθνῶν [4]αἰσχύνθητι σιδών εἶπεν ἡ θάλασσα ἡ δὲ ἰσχὺς τῆς θαλάσσης εἶπεν οὐκ ὤδινον οὐδὲ ἔτεκον οὐδὲ ἐξέθρεψα νεανίσκους οὐδὲ ὕψωσα παρθένους [5]ὅταν δὲ ἀκουστὸν γένηται αἰγύπτῳ λήμψεται αὐτοὺς ὀδύνη περὶ τύρου [6]ἀπέλθατε εἰς καρχηδόνα ὀλολύξατε οἱ ἐνοικοῦντες ἐν τῇ νήσῳ ταύτῃ [7]οὐχ αὕτη ἦν ὑμῶν ἡ ὕβρις ἡ ἀπ ἀρχῆς πρὶν ἢ παραδοθῆναι αὐτήν [8]τίς ταῦτα ἐβούλευσεν ἐπὶ τύρον μὴ ἥσσων ἐστὶν ἢ οὐκ ἰσχύει οἱ ἔμποροι αὐτῆς ἔνδοξοι ἄρχοντες τῆς γῆς [9]κύριος σαβαωθ ἐβουλεύσατο παραλῦσαι πᾶσαν τὴν ὕβριν τῶν ἐνδόξων καὶ ἀτιμάσαι πᾶν ἔνδοξον ἐπὶ τῆς γῆς [10]ἐργάζου τὴν γῆν σου καὶ γὰρ πλοῖα οὐκέτι ἔρχεται ἐκ καρχηδόνος [11] δὲ χείρ σου οὐκέτι ἰσχύει κατὰ θάλασσαν ἡ παροξύνουσα βασιλεῖς κύριος σαβαωθ ἐνετείλατο περὶ χανααν ἀπολέσαι αὐτῆς τὴν ἰσχύν [12]καὶ ἐροῦσιν οὐκέτι μὴ προσθῆτε τοῦ ὑβρίζειν καὶ ἀδικεῖν τὴν θυγατέρα σιδῶνος καὶ ἐὰν ἀπέλθῃς εἰς κιτιεῖς οὐδὲ ἐκεῖ σοι ἀνάπαυσις ἔσται [13]καὶ εἰς γῆν χαλδαίων καὶ αὕτη ἠρήμωται ἀπὸ τῶν ἀσσυρίων οὐδὲ ἐκεῖ σοι ἀνάπαυσις ἔσται ὅτι ὁ τοῖχος αὐτῆς πέπτωκεν [14]ὀλολύζετε πλοῖα καρχηδόνος ὅτι ἀπώλετο τὸ ὀχύρωμα ὑμῶν [15]καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καταλειφθήσεται τύρος ἔτη ἑβδομήκοντα ὡς χρόνος βασιλέως ὡς χρόνος ἀνθρώπου καὶ ἔσται μετὰ ἑβδομήκοντα ἔτη ἔσται τύρος ὡς ἆσμα πόρνης [16]λαβὲ κιθάραν ῥέμβευσον πόλεις πόρνη ἐπιλελησμένη καλῶς κιθάρισον πολλὰ ἆσον ἵνα σου μνεία γένηται [17]καὶ ἔσται μετὰ ἑβδομήκοντα ἔτη ἐπισκοπὴν ποιήσει ὁ θεὸς τύρου καὶ πάλιν ἀποκατασταθήσεται εἰς τὸ ἀρχαῖον καὶ ἔσται ἐμπόριον πάσαις ταῖς βασιλείαις τῆς οἰκουμένης [18]καὶ ἔσται αὐτῆς ἡ ἐμπορία καὶ ὁ μισθὸς ἅγιον τῷ κυρίῳ οὐκ αὐτοῖς συναχθήσεται ἀλλὰ τοῖς κατοικοῦσιν ἔναντι κυρίου πᾶσα ἡ ἐμπορία αὐτῆς φαγεῖν καὶ πιεῖν καὶ ἐμπλησθῆναι εἰς συμβολὴν μνημόσυνον ἔναντι κυρίου
Credit

Source: sacred-texts.org
Top