[1]καὶ ἐγένετο ἐν τῷ τετάρτῳ ἔτει σεδεκια βασιλέως ιουδα ἐν μηνὶ τῷ πέμπτῳ εἶπέν μοι ανανιας υἱὸς αζωρ ὁ ψευδοπροφήτης ὁ ἀπὸ γαβαων ἐν οἴκῳ κυρίου κατ ὀφθαλμοὺς τῶν ἱερέων καὶ παντὸς τοῦ λαοῦ λέγων [2]οὕτως εἶπεν κύριος συνέτριψα τὸν ζυγὸν τοῦ βασιλέως βαβυλῶνος [3]ἔτι δύο ἔτη ἡμερῶν ἐγὼ ἀποστρέψω εἰς τὸν τόπον τοῦτον τὰ σκεύη οἴκου κυρίου [4]καὶ ιεχονιαν καὶ τὴν ἀποικίαν ιουδα ὅτι συντρίψω τὸν ζυγὸν βασιλέως βαβυλῶνος [5]καὶ εἶπεν ιερεμιας πρὸς ανανιαν κατ ὀφθαλμοὺς παντὸς τοῦ λαοῦ καὶ κατ ὀφθαλμοὺς τῶν ἱερέων τῶν ἑστηκότων ἐν οἴκῳ κυρίου [6]καὶ εἶπεν ιερεμιας ἀληθῶς οὕτω ποιήσαι κύριος στήσαι τὸν λόγον σου ὃν σὺ προφητεύεις τοῦ ἐπιστρέψαι τὰ σκεύη οἴκου κυρίου καὶ πᾶσαν τὴν ἀποικίαν ἐκ βαβυλῶνος εἰς τὸν τόπον τοῦτον [7]πλὴν ἀκούσατε τὸν λόγον κυρίου ὃν ἐγὼ λέγω εἰς τὰ ὦτα ὑμῶν καὶ εἰς τὰ ὦτα παντὸς τοῦ λαοῦ [8]οἱ προφῆται οἱ γεγονότες πρότεροί μου καὶ πρότεροι ὑμῶν ἀπὸ τοῦ αἰῶνος καὶ ἐπροφήτευσαν ἐπὶ γῆς πολλῆς καὶ ἐπὶ βασιλείας μεγάλας εἰς πόλεμον [9] προφήτης ὁ προφητεύσας εἰς εἰρήνην ἐλθόντος τοῦ λόγου γνώσονται τὸν προφήτην ὃν ἀπέστειλεν αὐτοῖς κύριος ἐν πίστει [10]καὶ ἔλαβεν ανανιας ἐν ὀφθαλμοῖς παντὸς τοῦ λαοῦ τοὺς κλοιοὺς ἀπὸ τοῦ τραχήλου ιερεμιου καὶ συνέτριψεν αὐτούς [11]καὶ εἶπεν ανανιας κατ ὀφθαλμοὺς παντὸς τοῦ λαοῦ λέγων οὕτως εἶπεν κύριος οὕτως συντρίψω τὸν ζυγὸν βασιλέως βαβυλῶνος ἀπὸ τραχήλων πάντων τῶν ἐθνῶν καὶ ὤχετο ιερεμιας εἰς τὴν ὁδὸν αὐτοῦ [12]καὶ ἐγένετο λόγος κυρίου πρὸς ιερεμιαν μετὰ τὸ συντρῖψαι ανανιαν τοὺς κλοιοὺς ἀπὸ τοῦ τραχήλου αὐτοῦ λέγων [13]βάδιζε καὶ εἰπὸν πρὸς ανανιαν λέγων οὕτως εἶπεν κύριος κλοιοὺς ξυλίνους συνέτριψας καὶ ποιήσω ἀντ αὐτῶν κλοιοὺς σιδηροῦς [14]ὅτι οὕτως εἶπεν κύριος ζυγὸν σιδηροῦν ἔθηκα ἐπὶ τὸν τράχηλον πάντων τῶν ἐθνῶν ἐργάζεσθαι τῷ βασιλεῖ βαβυλῶνος [15]καὶ εἶπεν ιερεμιας τῷ ανανια οὐκ ἀπέσταλκέν σε κύριος καὶ πεποιθέναι ἐποίησας τὸν λαὸν τοῦτον ἐπ ἀδίκῳ [16]διὰ τοῦτο οὕτως εἶπεν κύριος ἰδοὺ ἐγὼ ἐξαποστέλλω σε ἀπὸ προσώπου τῆς γῆς τούτῳ τῷ ἐνιαυτῷ ἀποθανῇ [17]καὶ ἀπέθανεν ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ
Credit

Source: sacred-texts.org
Top