The Septuagint
LXX
➕
←
Jeremiah
Jer
6
→
[
1
]
ἐνισχύσατε
υἱοὶ βενιαμιν ἐκ μέσου τῆς ιερουσαλημ καὶ ἐν θεκουε σημάνατε σάλπιγγι καὶ ὑπὲρ βαιθαχαρμα ἄρατε σημεῖον ὅτι κακὰ ἐκκέκυφεν ἀπὸ βορρᾶ καὶ συντριβὴ μεγάλη γίνεται
[
2
]
καὶ
ἀφαιρεθήσεται τὸ ὕψος σου θύγατερ σιων
[
3
]
εἰς
αὐτὴν ἥξουσιν ποιμένες καὶ τὰ ποίμνια αὐτῶν καὶ πήξουσιν ἐπ αὐτὴν σκηνὰς κύκλῳ καὶ ποιμανοῦσιν ἕκαστος τῇ χειρὶ αὐτοῦ
[
4
]
παρασκευάσασθε
ἐπ αὐτὴν εἰς πόλεμον ἀνάστητε καὶ ἀναβῶμεν ἐπ αὐτὴν μεσημβρίας οὐαὶ ἡμῖν ὅτι κέκλικεν ἡ ἡμέρα ὅτι ἐκλείπουσιν αἱ σκιαὶ τῆς ἑσπέρας
[
5
]
ἀνάστητε
καὶ ἀναβῶμεν ἐν τῇ νυκτὶ καὶ διαφθείρωμεν τὰ θεμέλια αὐτῆς
[
6
]
ὅτι
τάδε λέγει κύριος ἔκκοψον τὰ ξύλα αὐτῆς ἔκχεον ἐπὶ ιερουσαλημ δύναμιν ὦ πόλις ψευδής ὅλη καταδυναστεία ἐν αὐτῇ
[
7
]
ὡς
ψύχει λάκκος ὕδωρ οὕτως ψύχει κακία αὐτῆς ἀσέβεια καὶ ταλαιπωρία ἀκουσθήσεται ἐν αὐτῇ ἐπὶ πρόσωπον αὐτῆς διὰ παντός πόνῳ καὶ μάστιγι
[
8
]
παιδευθήσῃ
ιερουσαλημ μὴ ἀποστῇ ἡ ψυχή μου ἀπὸ σοῦ μὴ ποιήσω σε ἄβατον γῆν ἥτις οὐ κατοικηθήσεται
[
9
]
ὅτι
τάδε λέγει κύριος καλαμᾶσθε καλαμᾶσθε ὡς ἄμπελον τὰ κατάλοιπα τοῦ ισραηλ ἐπιστρέψατε ὡς ὁ τρυγῶν ἐπὶ τὸν κάρταλλον αὐτοῦ
[
10
]
πρὸς
τίνα λαλήσω καὶ διαμαρτύρωμαι καὶ ἀκούσεται ἰδοὺ ἀπερίτμητα τὰ ὦτα αὐτῶν καὶ οὐ δύνανται ἀκούειν ἰδοὺ τὸ ῥῆμα κυρίου ἐγένετο αὐτοῖς εἰς ὀνειδισμόν οὐ μὴ βουληθῶσιν αὐτὸ ἀκοῦσαι
[
11
]
καὶ
τὸν θυμόν μου ἔπλησα καὶ ἐπέσχον καὶ οὐ συνετέλεσα αὐτούς ἐκχεῶ ἐπὶ νήπια ἔξωθεν καὶ ἐπὶ συναγωγὴν νεανίσκων ἅμα ὅτι ἀνὴρ καὶ γυνὴ συλλημφθήσονται πρεσβύτερος μετὰ πλήρους ἡμερῶν
[
12
]
καὶ
μεταστραφήσονται αἱ οἰκίαι αὐτῶν εἰς ἑτέρους ἀγροὶ καὶ αἱ γυναῖκες αὐτῶν ἐπὶ τὸ αὐτό ὅτι ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν ταύτην λέγει κύριος
[
13
]
ὅτι
ἀπὸ μικροῦ αὐτῶν καὶ ἕως μεγάλου πάντες συνετελέσαντο ἄνομα ἀπὸ ἱερέως καὶ ἕως ψευδοπροφήτου πάντες ἐποίησαν ψευδῆ
[
14
]
καὶ
ἰῶντο τὸ σύντριμμα τοῦ λαοῦ μου ἐξουθενοῦντες καὶ λέγοντες εἰρήνη εἰρήνη καὶ ποῦ ἐστιν εἰρήνη
[
15
]
κατῃσχύνθησαν
ὅτι ἐξελίποσαν καὶ οὐδ ὧς καταισχυνόμενοι κατῃσχύνθησαν καὶ τὴν ἀτιμίαν αὐτῶν οὐκ ἔγνωσαν διὰ τοῦτο πεσοῦνται ἐν τῇ πτώσει αὐτῶν καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀπολοῦνται εἶπεν κύριος
[
16
]
τάδε
λέγει κύριος στῆτε ἐπὶ ταῖς ὁδοῖς καὶ ἴδετε καὶ ἐρωτήσατε τρίβους κυρίου αἰωνίους καὶ ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθή καὶ βαδίζετε ἐν αὐτῇ καὶ εὑρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν καὶ εἶπαν οὐ πορευσόμεθα
[
17
]
κατέστακα
ἐφ ὑμᾶς σκοπούς ἀκούσατε τῆς φωνῆς τῆς σάλπιγγος καὶ εἶπαν οὐκ ἀκουσόμεθα
[
18
]
διὰ
τοῦτο ἤκουσαν τὰ ἔθνη καὶ οἱ ποιμαίνοντες τὰ ποίμνια αὐτῶν
[
19
]
ἄκουε
γῆ ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν τοῦτον κακά τὸν καρπὸν ἀποστροφῆς αὐτῶν ὅτι τῶν λόγων μου οὐ προσέσχον καὶ τὸν νόμον μου ἀπώσαντο
[
20
]
ἵνα
τί μοι λίβανον ἐκ σαβα φέρετε καὶ κιννάμωμον ἐκ γῆς μακρόθεν τὰ ὁλοκαυτώματα ὑμῶν οὔκ εἰσιν δεκτά καὶ αἱ θυσίαι ὑμῶν οὐχ ἥδυνάν μοι
[
21
]
διὰ
τοῦτο τάδε λέγει κύριος ἰδοὺ ἐγὼ δίδωμι ἐπὶ τὸν λαὸν τοῦτον ἀσθένειαν καὶ ἀσθενήσουσιν ἐν αὐτῇ πατέρες καὶ υἱοὶ ἅμα γείτων καὶ ὁ πλησίον αὐτοῦ ἀπολοῦνται
[
22
]
τάδε
λέγει κύριος ἰδοὺ λαὸς ἔρχεται ἀπὸ βορρᾶ καὶ ἔθνη ἐξεγερθήσεται ἀπ ἐσχάτου τῆς γῆς
[
23
]
τόξον
καὶ ζιβύνην κρατήσουσιν ἰταμός ἐστιν καὶ οὐκ ἐλεήσει φωνὴ αὐτοῦ ὡς θάλασσα κυμαίνουσα ἐφ ἵπποις καὶ ἅρμασιν παρατάξεται ὡς πῦρ εἰς πόλεμον πρὸς σέ θύγατερ σιων
[
24
]
ἠκούσαμεν
τὴν ἀκοὴν αὐτῶν παρελύθησαν αἱ χεῖρες ἡμῶν θλῖψις κατέσχεν ἡμᾶς ὠδῖνες ὡς τικτούσης
[
25
]
μὴ
ἐκπορεύεσθε εἰς ἀγρὸν καὶ ἐν ταῖς ὁδοῖς μὴ βαδίζετε ὅτι ῥομφαία τῶν ἐχθρῶν παροικεῖ κυκλόθεν
[
26
]
θύγατερ
λαοῦ μου περίζωσαι σάκκον κατάπασαι ἐν σποδῷ πένθος ἀγαπητοῦ ποίησαι σεαυτῇ κοπετὸν οἰκτρόν ὅτι ἐξαίφνης ἥξει ταλαιπωρία ἐφ ὑμᾶς
[
27
]
δοκιμαστὴν
δέδωκά σε ἐν λαοῖς δεδοκιμασμένοις καὶ γνώσῃ με ἐν τῷ δοκιμάσαι με τὴν ὁδὸν αὐτῶν
[
28
]
πάντες
ἀνήκοοι πορευόμενοι σκολιῶς χαλκὸς καὶ σίδηρος πάντες διεφθαρμένοι εἰσίν
[
29
]
ἐξέλιπεν
φυσητὴρ ἀπὸ πυρός ἐξέλιπεν μόλιβος εἰς κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ πονηρία αὐτῶν οὐκ ἐτάκη
[
30
]
ἀργύριον
ἀποδεδοκιμασμένον καλέσατε αὐτούς ὅτι ἀπεδοκίμασεν αὐτοὺς κύριος
Credit
Source:
sacred-texts.org
Top